Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ʽΝοῦσ̓, φησιν, ʽὁρᾷ ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον: εἶτα διενοήθη δεῖνʼ,ʼ φησίν, ʽὁ δημιουργὸς ἃ ὁ νοῦς ὁρᾷ ἐν τῷ ὅ ἐστι ζῷον καὶ τόδε τὸ πᾶν ἔχειν.ʼ οὐκοῦν φησιν ἤδη εἶναι τὰ εἴδη πρὸ τοῦ νοῦ, ὄντα δὲ αὐτὰ νοεῖν τὸν νοῦν; πρῶτον οὖν ἐκεῖνο, λέγω δὲ τὸ ζῷον, ζητητέον εἰ μὴ νοῦς, ἀλλ̓ ἕτερον νοῦ: τὸ γὰρ θεωροῦν νοῦς: τὸ τοίνυν ζῷον αὐτὸ οὐ νοῦς, ἀλλὰ νοητὸν αὐτὸ φήσομεν καὶ τὸν νοῦν ἔξω φήσομεν αὑτοῦ ἃ ὁρᾷ ἔχειν εἴδωλα ἄρα καὶ οὐ τἀληθῆ ἔχει, εἰ ἐκεῖ τἀληθῆ ἐκεῖ γὰρ καὶ τὴν ἀλήθειάν φησιν εἶναι ἐν τῷ ὄντι,

1.347
οὗ αὐτὸ ἕκαστον ἤ, κἂν ἕτερον ἑκάτερον, οὐ χωρὶς ἀλλήλων, ἀλλ̓ ἢ μόνον τῷ ἕτερα. ἔπειτα οὐδὲν κωλύει ὅσον ἐπὶ τῷ λεγομένῳ ἓν εἶναι ἄμφω, διαιρούμενα δὲ τῇ νοήσει, εἴπερ μόνον οὕτως ὂν τὸ μὲν νοητόν, τὸ δὲ νοοῦν: ὃ γὰρ καθορᾷ οὔ φησιν ἐν ἑτέρῳ πάντως, ἀλλ̓ ἐν αὑτῷ τὸ νοητὸν ἔχειν. ἢ τὸ μὲν νοητὸν οὐδὲν κωλύει καὶ νοῦν εἶναι ἐν στάσει καὶ ἑνότητι καὶ ἡσυχίᾳ, τὴν δὲ τοῦ νοῦ φύσιν τοῦ ὁρῶντος ἐκεῖνον τὸν νοῦν τὸν ἐν αὑτῷ ἐνέργειάν τινα ἀπ̓ ἐκείνου, ἣ ὁρᾷ ἐκεῖνον: ὁρῶντα δὲ ἐκεῖνον οἷον εἶναι νοῦν ἐκείνου, ὅτι νοεῖ ἐκεῖνον: νοοῦντα δὲ ἐκεῖνον καὶ αὐτὸν νοῦν καὶ νοητὸν ἄλλως εἶναι τῷ μεμιμῆσθαι. τοῦτο οὖν ἐστι τὸ διανοηθέν, ἃ ἐκεῖ ὁρᾷ, ἐν τῷδε τῷ κόσμῳ ποιῆσαι ʽζῴων γένη τέσσαρἀ. δοκεῖ γε μὴν τὸ διανοούμενον ἐπικεκρυμμένως ἕτερον ἐκείνων τῶν δύο ποιεῖν. ἄλλοις δὲ δόξει τὰ τρία ἓν εἶναι, τὸ ζῷον αὐτὸ ὃ ἔστιν, ὁ νοῦς, τὸ διανοούμενον. ἢ ὥσπερ ἐν πολλοῖς προτείνων ἄλλως ὁ δὲ ἄλλως νοεῖ τρία εἶναι. καὶ τὰ μὲν δύο εἴρηται, τὸ δὲ τρίτον τί, ὃ διενοήθη
357
τὰ ὁρώμενα ὑπὸ τοῦ νοῦ ἐν τῷ ζῴῳ κείμενα αὐτὸ ἐργάσασθαι καὶ ποιῆσαι καὶ μερίσαι; ἢ δυνατὸν τρόπον μὲν ἄλλον τὸν νοῦν εἶναι τὸν μερίσαντα, τρόπον δὲ ἕτερον τὸν μερίσαντα μὴ τὸν νοῦν εἶναι: ᾗ μὲν γὰρ παῤ αὐτοῦ τὰ μερισθέντα, αὐτὸν εἶναι τὸν μερίσαντα, ᾗ δ̓ αὐτὸς ἀμέριστος μένει, τὰ δ̓ ἀπ̓ αὐτοῦ ἐστι τὰ μερισθέντα: ταῦτα δέ ἐστι ψυχαί: ψυχὴν εἶναι τὴν μερίσασαν εἰς πολλὰς ψυχάς. διὸ καί φησι τοῦ τρίτου εἶναι τὸν μερισμὸν καὶ ἐν τῷ τρίτῳ, ὅτι διενοήθη, ὃ οὐ νοῦ ἔργον, ἀλλὰ ψυχῆς μεριστὴν ἐνέργειαν ἐχούσης ἐν μεριστῇ φύσει.
1.348

οἷον γὰρ μιᾶς ἐπιστήμης τῆς ὅλης ὁ μερισμὸς εἰς τὰ θεωρήματα τὰ καθέκαστα οὐ σκεδασθείσης οὐδὲ κατακερματισθείσης, ἔχει δὲ ἕκαστον δυνάμει τὸ ὅλον, οὗ τὸ αὐτὸ ἀρχὴ καὶ τέλος, καὶ οὕτω χρὴ παρασκευάζειν αὑτόν, ὡς τὰς ἀρχὰς τὰς ἐν αὐτῷ καὶ τέλη εἶναι καὶ ὅλα καὶ πάντα εἰς τὸ τῆς φύσεως ἄριστον, ὃ γενόμενός ἐστιν ἐκεῖ: τούτῳ γὰρ τῷ ἀρίστῳ αὑτοῦ, ὅταν ἔχῃ, ἅψεται ἐκείνου. ἡ πᾶσα ψυχὴ οὐδαμοῦ ἐγένετο οὐδὲ ἦλθεν: οὐδὲ γὰρ ἦν ὅπου: ἀλλὰ τὸ σῶμα γειτονῆσαν μετέλαβεν αὐτῆς: διὸ οὐκ ἐν τῷ σώματι οὐδ̓ ὁ Πλάτων φησί που, ἀλλὰ τὸ σῶμα εἰς αὐτήν. αἱ δ̓ ἄλλαι ἔχουσιν ὅθεν: ἀπὸ γὰρ ψυχῆς: καὶ εἰς ὃ καὶ κατελθεῖν καὶ μετελθεῖν: ὅθεν καὶ ἀνελθεῖν. ἡ δ̓ ἀεὶ ἄνω ἐν ᾧ πέφυκεν εἶναι ψυχή: τὸ δὲ ἐφεξῆς τὸ πᾶν, οἷον τὸ πλησίον ἢ τὸ ὑφ̓ ἡλίῳ. φωτίζεται μὲν οὖν ἡ μερικὴ πρὸς τὸ πρὸ αὐτῆς φερομένη: ὄντι γὰρ ἐντυγχάνει: εἰς δὲ τὸ μετ̓ αὐτὴν εἰς τὸ μὴ ὄν. τοῦτο δὲ ποιεῖ, ὅταν πρὸς αὑτήν: πρὸς αὑτὴν γὰρ βουλομένη εἶναι τὸ μετ̓ αὐτὴν ποιεῖ εἴδωλον αὐτῆς, τὸ μὴ ὄν, οἷον κενεμβατοῦσα καὶ ἀοριστοτέρα γινομένη: καὶ τοῦτο τὸ εἴδωλον τὸ ἀόριστον πάντη σκοτεινόν: ἄλογον γὰρ καὶ ἀνόητον πάντη καὶ πολὺ τοῦ ὄντος ἀποστατοῦν. εἰς δὲ τὸ μεταξύ ἐστιν ἐν τῷ οἰκείῳ, πάλιν δὲ ἰδοῦσα οἷον δευτέρᾳ προσβολῇ τὸ εἴδωλον ἐμόρφωσε καὶ ἡσθεῖσα ἔρχεται εἰς αὐτό.

πῶς οὖν ἐξ ἑνὸς πλῆθος; ὅτι πανταχοῦ: οὐ γάρ ἐστιν ὅπου οὔ. πάντα οὖν πληροῖ. πολλὰ οὖν, μᾶλλον δὲ πάντα ἤδη: αὐτὸ μὲν γὰρ εἰ μόνον πανταχοῦ,

1.349
αὐτὸ ἂν ἦν τὰ πάντα: ἐπεὶ δὲ καὶ οὐδαμοῦ, γίνεται μὲν τὰ πάντα δἰ αὐτοῦ, ὅτι πανταχοῦ ἐκεῖνο, ἕτερα δὲ αὐτοῦ, ὅτι αὐτὸ οὐδαμοῦ. διὰ τί οὖν αὐτὸ οὐ μόνον πανταχοῦ, ἀλλ̓ αὖ πρὸς τούτῳ
358
καὶ οὐδαμοῦ; ὅτι ʽ??ʼεῖ πρὸ πάντων ἓν εἶναι. πληροῦν οὖν δεῖ αὐτὸ καὶ ποιεῖν πάντα, οὐκ εἶναι τὰ πάντα, ἃ ποιεῖ. τὴν ψυχὴν αὐτὴν δεῖ ὥσπερ ὄψιν εἶναι, ὁρατὸν δὲ αὐτῇ τὸν νοῦν εἶναι, ἀόριστον πρὶν ἰδεῖν, πεφυκυῖαν δὲ νοεῖν: ὕλην οὖν πρὸς νοῦν. νοοῦντες αὑτοὺς βλέπομεν δηλονότι νοοῦσαν φύσιν, ἢ ψευδοίμεθα ἂν τὸ νοεῖν. εἰ οὖν νοοῦμεν καὶ ἑαυτοὺς νοοῦμεν, νοερὰν οὖσαν φύσιν νοοῦμεν: πρὸ ἄρα τῆς νοήσεως ταύτης ἄλλη ἐστὶ νόησις οἷον ἥσυχος. καὶ οὐσίας δὲ ἡ νόησις καὶ ζωῆς νόησις: ὥστε πρὸ ταύτης τῆς ζωῆς καὶ οὐσίας ἄλλη οὐσία καὶ ζωή. ταῦτα ἄρα εἶδεν, ὅσα ἐνέργειαι. εἰ δὲ νόες αἱ ἐνέργειαι αἱ κατὰ τὸ νοεῖν οὕτως ἑαυτούς, τὸ νοητὸν ἡμεῖς οἱ ὄντως. ἡ δὲ νόησις ἡ αὐτῶν τὴν εἰκόνα φέρει. τὸ μὲν πρῶτον δύναμίς ἐστι κινήσεως καὶ στάσεως: ὥστε ἐπέκεινα τούτων: τὸ δὲ δεύτερον ἕστηκέ τε καὶ κινεῖται περὶ ἐκεῖνο: καὶ νοῦς δὲ τὸ δεύτερον: ἄλλο γὰρ ὂν πρὸς ἄλλο ἔχει τὴν νόησιν, τὸ δὲ νόησιν οὐκ ἔχει. διπλοῦν δὲ τὸ νοοῦν καὶ αὑτὸ νοεῖ καὶ ἐλλιπές, ὅτι ἐν τῷ νοεῖν ἔχει τὸ εὖ, οὐκ ἐν τῇ ὑποστάσει. τὸ ἐνεργείᾳ παντὶ τῷ ἐκ δυνάμεως εἰς ἐνέργειαν ὅ ἐστι ταὐτὸν ἀεί, ἕως ἂν ᾖ: ὥστε καὶ τὸ
1.350
τέλειον καὶ τοῖς σώμασιν ὑπάρχει, οἷον τῷ πυρί: ἀλλ̓ οὐ δύναται ἀεὶ εἶναι, ὅτι μεθ̓ ὕλης: ὃ δ̓ ἂν ἀσύνθετον ὂν ἐνεργείᾳ ᾖ, ἀεὶ ἔστιν. ἐστι δὲ τὸ αὐτὸ ἐνεργείᾳ ὂν δυνάμει κατ̓ ἄλλο εἶναι. ἀλλ̓ οὐ θεοὶ τὸ πρῶτον ἐπέκεινα ὄντες: ὁ δὲ νοῦς τὰ ὄντα, καὶ ἔστι κίνησις ἐνταῦθα καὶ στάσις: περὶ οὐδὲν γὰρ αὐτὸ τὸ πρῶτον, τὰ ἄλλα δὲ περὶ αὐτὸ ἀναπαυόμενα ἕστηκε καὶ κινεῖται: ἡ γὰρ κίνησις ἔφεσις, τὸ δὲ οὐδενὸς ἐφίεται: τίνος γὰρ τό γε ἀκρότατον; οὐ νοεῖ οὖν οὐδὲ ἑαυτό; ἢ ᾗ ἔχει ἑαυτὸ καὶ νοεῖν ὅλως λέγεται. --- ἢ τῷ ἔχειν ἑαυτὸ οὐ νοεῖν λέγεται, ἀλλὰ τῷ πρὸς τὸ πρῶτον βλέπειν. ἔστι δὲ πρώτη ἐνέργεια καὶ αὐτὴ ἡ νόησις. εἰ οὖν αὕτη πρώτη, οὐδεμίαν δεῖ προτέραν. τὸ οὖν παρέχον ταύτην ἐπέκεινα ταύτης: ὥστε δευτέρα ἡ νόησις μετ̓ ἐκεῖνο. οὐδὲ γὰρ τὸ πρώτως σεμνὸν ἡ νόησις: οὔκουν οὐδὲ πᾶσα, ἀλλ̓ ἡ τοῦ ἀγαθοῦ: ἐπέκεινα ἄρα νοήσεως τἀγαθόν. ἀλλ̓ οὐ παρακολουθήσει αὑτῷ. τί οὖν ἡ παρακολούθησις αὐτῷ; ἀγαθοῦ ὄντος ἢ οὔ; εἰ μὲν γὰρ ὄντος, ἤδη ἐστὶ πρὸ τῆς παρακολουθήσεως τἀγαθόν: εἰ δ̓ ἡ παρακολούθησις
359
ποιεῖ, οὐκ ἂν εἴη πρὸ ταύτης τὸ ἀγαθόν: ὥστε οὐδ̓ αὐτὴ ἔσται μὴ οὖσα ἀγαθοῦ. τί οὖν; οὐδὲ ζῇ; ἢ ζῆν μὲν οὐ λεκτέον, εἴπερ ζωὴν δίδωσι. τὸ δὲ παρακολουθοῦν ἑαυτῷ καὶ τὸ νοοῦν αὑτὸ δεύτερον: παρακολουθεῖ γάρ, ἵνα τῇ ἐνεργείᾳ ταύτῃ συνῇ αὑτῷ. δεῖ οὖν, εἰ καταμανθάνει αὑτό, ἀκαταμάθητον τετυχηκέναι αὑτῷ καὶ τῇ αὑτοῦ φύσει ἐλλιπὲς εἶναι, τῇ δὲ νοήσει τελειοῦσθαι. τὸ ἄρα κατανοεῖν ἐξαιρετέον: ἡ γὰρ προσθήκη ἀφαίρεσιν καὶ ἔλλειψιν ποιεῖ.