Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

γίνεται τοίνυν ἡ πρόνοια ἐξ ἀρχῆς εἰς τέλος κατιοῦσα ἄνωθεν οὐκ ἴση οἷον κατ̓ ἀριθμόν, ἀλλὰ κατὰ ἀναλογίαν ἄλλη ἐν ἄλλῳ τόπῳ, ὥσπερ ἐπὶ ζῴου ἑνὸς εἰς ἔσχατον ἐξ ἀρχῆς ἠρτημένου ἑκάστου τὸ οἰκεῖον ἔχοντος, τοῦ μὲν βελτίονος τὸ βέλτιον τῆς ἐνεργείας, τοῦ δὲ πρὸς τὸ κάτω ἤδη, ἐνεργοῦντός τε αὐτοῦ καὶ πάσχοντος τὰ ὅσα αὐτῷ οἰκεῖα παθήματα πρὸς αὐτό τε καὶ πρὸς τὴν σύνταξιν τὴν

275
πρὸς ἄλλο. καὶ δὴ καὶ οὑτωσὶ πληγέντα οὕτως ἐφθέγξατο τὰ φωνήεντα, τὰ δὲ σιωπῇ πάσχει καὶ κινεῖται τὰ ἀκόλουθα, καὶ ἐκ τῶν φθόγγων ἁπάντων καὶ ἐκ τῶν παθημάτων καὶ ἐνεργημάτων μία τοῦ ζῴου οἷον φωνὴ καὶ ζωὴ καὶ βίος. καὶ γὰρ καὶ τὰ μόρια διάφορα ὄντα καὶ διάφορον τὴν ἐνέργειαν ἔχοντα: ἄλλο γὰρ ποιοῦσι πόδες, ὀφθαλμοὶ δ̓ ἄλλο, διάνοια δὲ ἄλλο καὶ νοῦς ἄλλο. ἓν δὲ ἐκ πάντων καὶ πρόνοια μία: εἱμαρμένη δὲ ἀπὸ τοῦ χείρονος ἀρξαμένη, τὸ δὲ ὑπεράνω πρόνοια μόνον. τὰ μὲν γὰρ ἐν τῷ κόσμῳ τῷ νοητῷ πάντα λόγος καὶ ὑπὲρ λόγον: νοῦς γὰρ καὶ ψυχὴ καθαρά: τὸ
1.257
δὲ ἐντεῦθεν ἤδη ὅσον μὲν ἔρχεται ἐκεῖθεν πρόνοια καὶ ὅσον ἐν ψυχῇ καθαρᾷ καὶ ὅσον ἐντεῦθεν εἰς τὰ ζῷα. ἔρχεται δὲ μεριζόμενος ὁ λόγος οὐκ ἴσα ὅθεν οὐδὲ ἴσα ποιεῖ, ὥσπερ καὶ ἐν ζῴῳ ἑκάστῳ. τὸ δὲ ἐντεῦθεν ἤδη ἀκόλουθα μὲν τὰ δρώμενα καὶ προνοίᾳ ἑπόμενα, εἴ τις δρῴη θεοῖς φίλα: ἦν γὰρ θεοφιλὴς ὁ λόγος ὁ προνοίας. συνείρεται μὲν οὖν καὶ τὰ τοιαῦτα τῶν ἔργων, πεποίηται δὲ οὐ προνοίᾳ, ἀλλὰ γενόμενα ἢ παρὰ ἀνθρώπων ἢ παρὰ ὁτουοῦν ἢ ζῴου ἢ ἀψύχου ʽτὰ γενόμενἀ, εἴ τι ἐφεξῆς τούτοις χρηστόν, πάλιν κατείληπται προνοίᾳ, ὡς πανταχοῦ ἀρετὴν κρατεῖν καὶ μετατιθεμένων καὶ διορθώσεως τυγχανόντων τῶν ἡμαρτημένων, οἷον εἰ ἐν ἑνὶ σώματι ὑγιείας δοθείσης κατὰ πρόνοιαν τοῦ ζῴου γενομένης τομῆς ἢ ὅλως τραύματος πάλιν ἐφεξῆς ὁ λόγος ὁ διοικῶν συνάπτοι καὶ συνάγοι καὶ ἰῷτο καὶ διορθοῖτο τὸ πονῆσαν. ὥστε τὰ κακὰ ἑπόμενα εἶναι, ἐξ ἀνάγκης δέ: καὶ γὰρ παῤ ἡμῶν κατ̓ αἰτίας οὐχ ὑπὸ τῆς προνοίας ἠναγκασμένων, ἀλλ̓ ἐξ αὐτῶν συναψάντων μὲν τοῖς τῆς προνοίας καὶ ἀπὸ προνοίας ἔργοις, τὸ δὲ ἐφεξῆς συνεῖραι κατὰ βούλησιν ἐκείνης οὐ δυνηθέντων, ἀλλὰ κατὰ τὴν τῶν πραξάντων ἢ κατὰ ἄλλο τι τῶν ἐν τῷ παντὶ μηδ̓ αὐτοῦ κατὰ πρόνοιαν πεπραχότος ἢ πεποιηκότος τι ἐν ἡμῖν πάθος. οὐ γὰρ τὸ αὐτὸ ποιεῖ πᾶν προσελθὸν παντί, ἀλλὰ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο πρὸς ἄλλο: οἷον καὶ τὸ τῆς Ἑλένης κάλλος πρὸς μὲν τὸν Πάριν ἄλλο εἰργάζετο, Ἰδομενεὺς δὲ ἔπαθεν οὐ τὸ αὐτό: καὶ ἀκόλαστος ἀκολάστῳ, καλὸς καλῷ συμπεσὼν ἄλλο, ὁ δὲ σώφρων καλὸς ἄλλο πρὸς σώφρονα τοιοῦτον καὶ πρὸς ἀκόλαστον ἄλλο ὁ αὐτός, ὁ δ̓ ἀκόλαστος πρὸς αὐτὸν
1.258
ἄλλο. καὶ παρὰ μὲν τοῦ ἀκολάστου τὸ πραχθὲν οὔτε ὑπὸ προνοίας οὔτε κατὰ πρόνοιαν, τὸ δὲ ὑπὸ τοῦ σώφρονος ἔργον οὐχ ὑπὸ προνοίας μέν, ὅτι ὑπ̓ αὐτοῦ, κατὰ πρόνοιαν δέ: σύμφωνον γὰρ τῷ λόγῳ, ὥσπερ καὶ ὃ ὑγιεινῶς πράξειεν ἄν τις αὐτὸς πράξας κατὰ λόγον τὸν τοῦ ἰατροῦ. τοῦτο γὰρ καὶ ὁ ἰατρὸς παρὰ τῆς τέχνης ἐδίδου εἴς τε τὸ
276
ὑγιαῖνον εἴς τε τὸ κάμνον. ὃ δ̓ ἄν τις μὴ ὑγιεινῶς ποιῇ, αὐτός τε ποιεῖ καὶ παρὰ τὴν πρόνοιαν τοῦ ἰατροῦ εἰργάσατο.

πόθεν οὖν καὶ τὰ χείρω μάντεις προλέγουσι καὶ εἰς τὴν τοῦ παντὸς φορὰν ὁρῶντες πρὸς ταῖς ἄλλαις μαντείαις προλέγουσι καὶ ταῦτα; ἢ δῆλον ὅτι τῷ συμπεπλέχθαι πάντα τὰ ἐναντία, οἷον τὴν μορφὴν καὶ τὴν ὕλην: οἷον ἐπὶ ζῴου συνθέτου ὄντος ὁ τὴν μορφὴν καὶ τὸν λόγον θεωρῶν καὶ τὸ μεμορφωμένον θεωρεῖ. οὐ γὰρ ὡσαύτως ζῷον νοητὸν καὶ ζῷον σύνθετον θεωρεῖ, ἀλλὰ λόγον ζῴου ἐν τῷ συνθέτῳ μορφοῦντα τὰ χείρω. ζῴου δὴ ὄντος τοῦ παντὸς ὁ τὰ ἐν αὐτῷ γινόμενα θεωρῶν θεωρεῖ ἅμα καὶ ἐξ ὧν ἔστι καὶ τὴν πρόνοιαν τὴν ἐπ̓ αὐτῷ: τέταται δὴ ἐπὶ πάντα καὶ τὰ γινόμενα. τὰ δέ ἐστι καὶ ζῷα καὶ πράξεις αὐτῶν καὶ διαθέσεις κρατηθεῖσαι λόγῳ καὶ ἀνάγκῃ μεμιγμέναι: μεμιγμένα οὖν θεωρεῖ καὶ διηνεκῶς μιγνύμενα καὶ διακρίνειν μὲν αὐτὸς οὐ δύναται πρόνοιαν καὶ τὸ κατὰ πρόνοιαν χωρὶς καὶ αὖ τὸ ὑποκείμενον ὅσα δίδωσιν εἰς τὸ γινόμενον παῤ αὑτοῦ. ἀλλ̓ οὐδ̓ ἀνδρὸς τοῦτο ποιεῖν ἢ σοφοῦ τινος καὶ θείου: ἢ θεὸς ἂν ἔχοι, φαίη τις ἄν, τοῦτο τὸ γέρας. καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων

1.259
καὶ τάξιν δηλούντων καὶ οὐδαμοῦ πρὸς τὸ ἄτακτον ἀποκλινόντων, μᾶλλον δὲ καταμαρτυρούσης τῆς φορᾶς καὶ εἰς φῶς ἀγούσης καὶ πρὶν παῤ αὐτων φανῆναι, οἷος ἕκαστος καὶ ὅσα. συμφέρεται γὰρ καὶ ταῦτα ἐκείνοις κἀκεῖνα τούτοις συντελοῦντα ἅμα πρὸς σύστασιν καὶ ἀιδιότητα κόσμου, ἀναλογίᾳ δὲ σημαίνοντα τὰ ἄλλα τῷ τετηρηκότι: ἐπεὶ και αἱ ἄλλαι μαντικαὶ τῷ ἀναλόγῳ. οὐ γὰρ ἔδει ἀπηρτῆσθαι ἀλλήλων τὰ πάντα, ὡμοιῶσθαι δὲ πρὸς ἄλληλα ἀμηγέπῃ. καὶ τοῦτ̓ ἂν ἴσως εἴη τὸ λεγόμενον, ὡς συνέχει τὰ πάντα ἀναλογία. ἔστι δὲ τοιοῦτον ἡ ἀναλογία, ὥστε καὶ τὸ χεῖρον πρὸς τὸ χεῖρον ὡς τὸ βέλτιον πρὸς τὸ βέλτιον, οἷον ὡς ὄμμα πρὸς ὄμμα καὶ ποῦς πρὸς πόδα, θάτερον πρὸς θάτερον, καί, εἰ βούλει, ὡς ἀρετὴ πρὸς δικαιοσύνην καὶ κακία πρὸς ἀδικίαν: εἰ τοίνυν ἀναλογία ἐν τῷ παντί, καὶ προειπεῖν ἔνι: καὶ εἰ ποεῖ δὲ ἐκεῖνα εἰς ταῦτα, οὕτω ποιεῖ, ὡς καὶ τὰ ἐν παντὶ ζῴῳ εἰς ἄλληλα, οὐχ ὡς θάτερον γεννᾷ θάτερον: ἅμα γὰρ γεννᾶται: ἀλλ̓ ὡς ᾗ πέφυκεν ἕκαστον οὕτω καὶ πάσχει τὸ πρόσφορον εἰς τὴν αὐτοῦ φύσιν, καὶ ὅτι τοῦτο τοιοῦτον, καὶ τὸ τοιοῦτον τοῦτο: οὕτω γὰρ καὶ λόγος εἷς.

καὶ ὅτι δὲ τὰ βελτίω, καὶ τὰ χείρω. ἐπεὶ πῶς ἂν εἴη τι χεῖρον ἐν πολυειδεῖ μὴ ὄντος βελτίονος, ἢ πῶς τὸ βέλτιον μὴ χείρονος; ὥστε οὐκ

277
αἰτιατέον τὸ χεῖρον ἐν τῷ βελτίονι, ἀλλὰ ἀποδεκτέον τὸ βέλτιον, ὅτι ἔδωκεν ἑαυτοῦ τῷ χείρονι. ὅλως δὲ οἱ ἀναιρεῖν ἀξιοῦντες τὸ χεῖρον ἐν τῷ παντὶ ἀναιροῦσι πρόνοιαν αὐτήν. τίνος γὰρ ἔσται; οὐ γὰρ δὴ αὑτῆς οὐδὲ τοῦ βελτίονος: ἐπεὶ καὶ τὴν ἄνω πρόνοιαν ὀνομάζοντες πρὸς τὸ κάτω λέγομεν.
1.260
τὸ μὲν γὰρ εἰς ἓν πάντα ἀρχή, ἐν ᾗ ὁμοῦ πάντα καὶ ὅλον πάντα. πρόεισι δὲ ἤδη ἐκ ταύτης ἕκαστα μενούσης ἐκείνης ἔνδον οἷον ἐκ ῥίζης μιᾶς ἑστώσης αὐτῆς ἐν αὑτῇ: τὰ δὲ ἐξήνθησεν εἰς πλῆθος μεμερισμένον εἴδωλον ἕκαστον ἐκείνου φέρον, ἄλλο δ̓ ἐν ἄλλῳ ἐνταῦθα ἤδη ἐγίγνετο καὶ ἦν τὰ μὲν πλησίον τῆς ῥίζης, τὰ δὲ προιόντα εἰς τὸ πόρρω ἐσχίζετο καὶ μέχρις οἷον κλάδων καὶ ἄκρων καὶ καρπῶν καὶ φύλλων: καὶ τὰ μὲν ἔμενεν ἀεί, τὰ δὲ ἐγίνετο ἀεί, οἱ καρποὶ καὶ τὰ φύλλα, καὶ τὰ γινόμενα ἀεὶ εἶχε τοὺς τῶν ἐπάνω λόγους ἐν αὑτοῖς οἷον μικρὰ δένδρα βουληθέντα εἶναι, καὶ εἰ ἐγέννησε πρὶν φθαρῆναι, τὸ ἐγγὺς ἐγέννα μόνον. τὰ δὲ διάκενα οἷον τῶν κλάδων ἐπληροῦτο αὖ ἐκ τῆς ῥίζης καὶ αὐτῶν ἄλλον τρόπον πεφυκότων, ἐξ ὧν καὶ ἔπασχε τὰ ἄκρα τῶν κλάδων, ὡς ἐκ τοῦ πλησίον οἴεσθαι τὸ πάθος ἰέναι μόνον: τὸ δὲ κατὰ τὴν ἀρχὴν αὖ τὸ μὲν ἔπασχε, τὸ δὲ ἐποίει, ἡ δ̓ ἀρχὴ ἀνήρτητο καὶ αὐτή. πόρρωθεν μὲν γὰρ ἐλθόντα ἄλλα τὰ ποιοῦντα εἰς ἄλληλα, ἐξ ἀρχῆς δὲ ἀπὸ τοῦ αὐτοῦ, οἷον εἰ ἀδελφοὶ δρῷέν τι ἀλλήλους ὅμοιοι γενόμενοι ἐκ τῶν αὐτῶν ὁρμηθέντες πεποιηκότων.

283

Τῶν μὲν αἱ ὑποστάσεις γίνονται μενόντων ἐκείνων, ἡ δὲ ψυχὴ κινουμένη ἐλέγετο γεννᾶν καὶ αἴσθησιν τὴν ἐν ὑποστάσει καὶ φύσιν καὶ μέχρι φυτῶν. καὶ γὰρ ἔχει αὐτὴν καὶ ἐν ἡμῖν οὖσα, οὐ κρατεῖ δὲ μέρος οὖσα: ὅταν δὲ ἐν φυτοῖς

1.261
γένηται, αὕτη κρατεῖ οἷον μόνη γενομένη. αὕτη μὲν οὖν οὐδὲν γεννᾷ, ἢ γεννᾷ πάντη ἕτερον αὑτῆς: οὐκέτι γὰρ ζωὴ μετὰ ταύτην, ἀλλὰ τὸ γεννώμενον ἄζων. τί οὖν; ἤ, ὥσπερ πᾶν, ὅσον πρὸ τούτου ἐγεννᾶτο, ἀμόρφωτον ἐγεννᾶτο, εἰδοποιεῖτο δὲ τῷ ἐπιστρέφεσθαι πρὸς τὸ γεννῆσαν οἷον ἐκτρεφόμενον, οὕτω δεῖ καὶ ἐνταῦθα τὸ γεννηθὲν οὐ ψυχῆς ἔτι εἶδος, οὐ γὰρ ἔτι ζῇ, ἀλλ̓ ἀοριστίαν εἶναι παντελῆ. εἰ μὲν γὰρ κἂν τοῖς προτέροις η ἀοριστία, ἀλλ̓ ἐν εἴδει: οὐ γὰρ πάντη ἀόριστον, ἀλλ̓ ὡς πρὸς τὴν τελείωσιν αὐτοῦ: τὸ δὲ νῦν πάντη. τελειούμενον δὲ γίνεται σῶμα μορφὴν λαβὸν τὴν τῇ αὑτοῦ δυνάμει πρόσφορον, ὑποδοχὴ τοῦ γεννήσαντος καὶ ἐκθρέψαντος, καὶ μόνον τοῦτο ἐν σώματι ἔσχατον τῶν ἄνω ἐν ἐσχάτῳ τοῦ κάτω

καὶ τὸ ʽψυχὴ πᾶσα ἐπιμελεῖται τοῦ ἀψύχοὐ ἐπὶ ταύτης μάλιστα: αἱ δ̓ ἄλλαι ἄλλως. ʽπάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτε ἐν ἄλλοις εἴδεσιν̓ ἢ ἐν αἰσθητικῷ εἴδει ἢ ἐν λογικῷ ἢ ἐν αὐτῷ τῷ φυτικῷ. τὸ γὰρ κρατοῦν αὐτῆς μόριον τὸ ἑαυτῷ πρόσφορον ποιεῖ, τὰ δ̓ ἄλλα ἀργεῖ: ἔξω γάρ. ἐν δὲ ἀνθρώπῳ οὐ κρατεῖ τὰ χείρω, ἀλλὰ σύνεστιν: οὐδέ γε τὸ κρεῖττον ἀεί: ἔστι γὰρ καὶ ταῦτα χώραν τινὰ ἔχοντα. διὸ καὶ ὡς αἰσθητικοί: ἔστι γὰρ καὶ ὄργανα αἰσθήσεως: καὶ πολλὰ ὡς φυτά ἔστι γὰρ σῶμα αὐξόμενον καὶ γεννῶν: ὥστε πάντα συνεργεῖ, κατὰ δὲ τὸ κρεῖττον τὸ ὅλον εἶδος ἄνθρωπος. ἐξελθοῦσα

284
δέ, ὅτι περ ἐπλεόνασε, τοῦτο γίνεται. διὸ φεύγειν δεῖ πρὸς τὸ ἄνω, ἵνα μὴ εἰς τὴν αἰσθητικὴν ἐπακολουθοῦντες τοῖς αἰσθητοῖς εἰδώλοις, μηδὲ εἰς τὴν φυτικὴν ἐπακολουθοῦντες τῇ ἐφέσει τοῦ γεννᾶν καὶ ἐδωδῶν λιχνείαις, ἀλλ̓ εἰς τὸ νοερὸν
1.262
καὶ νοῦν καὶ θεόν. ὅσοι μὲν οὖν τὸν ἄνθρωπον ἐτήρησαν, πάλιν ἄνθρωποι: ὅσοι δὲ αἰσθήσει μόνον ἔζησαν, ζῷα. ἀλλ̓ εἰ μὲν αἰσθήσει μετὰ θυμοῦ, τὰ ἄγρια, καὶ ἡ διαφορὰ ἡ ἐν τούτοις τὸ διάφορον τῶν τοιούτων ποιεῖ: ὅσοι δὲ μετ̓ ἐπιθυμίας καὶ ἡδονῆς τοῦ ἐπιθυμοῦντος, τὰ ἀκόλαστα τῶν ζῴων καὶ γαστρίμαργα. εἰ δὲ μηδὲ αἰσθήσει μετὰ τούτων, ἀλλὰ νωθείᾳ αἰσθήσεως μετ̓ αὐτῶν, καὶ φυτά: μόνον γὰρ τοῦτο ἢ μάλιστα ἐνήργει τὸ φυτικόν, καὶ ἦν αὐτοῖς μελέτη δενδρωθῆναι. τοὺς δὲ φιλομούσους μέν, καθαρίους δὲ τὰ ἄλλα, εἰς τὰ ᾠδικά: τοὺς δὲ ἀλόγως βασιλέας εἰς ἀετούς, εἰ μὴ ἄλλη κακία παρείη: μετεωρολόγους δὲ ἄνευ φρονήσεως εἰς τὸν οὐρανὸν ἀεὶ αἰρομένους εἰς ὄρνεις μετεώρους ταῖς πτήσεσιν. ὁ δὲ τὴν πολιτικὴν ἀρετὴν τηρήσας ἄνθρωπος: ὁ δὲ ἧττον ἀρετῆς πολιτικῆς μετέχων πολιτικὸν ζῷον, μέλιττα ἢ τὰ τοιαῦτα.

τίς οὖν δαίμων; ὁ καὶ ἐνταῦθα. τίς δὲ θεός; ἢ ὁ ἐνταῦθα: τὸ γὰρ ἐνεργῆσαν τοῦτο ἕκαστον ἄγει, ἅτε καὶ ἐνταῦθα ἡγούμενον. ἆῤ οὖν τοῦτό ἐστιν ὁ δαίμων, ὅσπερ ζῶντα εἰλήχει; ἢ οὔ, ἀλλὰ τὸ πρὸ αὐτοῦ: τοῦτο γὰρ ἐφέστηκεν ἀργοῦν, ἐνεργεῖ δὲ τὸ μετ̓ αὐτό. καὶ εἰ μὲν τὸ ἐνεργοῦν ᾗ αἰσθητικοί, ὁ δαίμων τὸ λογικόν: εἰ δὲ κατὰ τὸ λογικὸν ζῶμεν, ὁ δαίμων τὸ ὑπὲρ τοῦτο ἐφεστὼς ἀργὸς συγχωρῶν τῷ ἐργαζομένῳ. ὀρθῶς οὖν λέγεται ἡμᾶς αἱρήσεσθαι. τὸν γὰρ ὑπερκείμενον κατὰ τὴν ζωὴν αἱρούμεθα. διὰ τί οὖν αὐτὸς ἄγει; ἢ τὸν βιοτεύσαντα οὐκ ἔστιν ἄγειν, ἀλλὰ πρὸ τοῦ μὲν ἄγειν, ὅτε ἔζη, παυσάμενον δὲ τοῦ ζῆν ἄλλῳ παραχωρεῖν τὴν ἐνέργειαν τεθνηκότα τὴν αὑτοῦ κατ̓ ἐνέργειαν ζωήν. ὁ μὲν οὖν ἐθέλει ἄγειν καὶ

1.263
κρατήσας ζῇ αὐτὸς ἄλλον καὶ αὐτὸς ἔχων δαίμονα: εἰ δὲ βαρύνοιτο τῇ ῥώσει τοῦ χείρονος ἤθους, ἔχει ἐκεῖνος τὴν δίκην. ταύτῃ καὶ ὁ κακὸς ἐπὶ τὸ χεῖρον βρίσαντος πρὸς τὴν ὁμοιότητα τοῦ ἐνεργήσαντος ἐν τῇ ζωῇ εἰς βίον θήρειον. εἰ δὲ ἕπεσθαι δύναιτο τῷ δαίμονι τῷ ἄνω αὑτοῦ, ἄνω γίνεται κατ̓ ἐκεῖνον ζῶν καὶ ἐφ̓ ὃ ἄγεται κρεῖττον μέρος αὑτοῦ ἐν προστασίᾳ θέμενος καὶ μετ̓ ἐκεῖνον ἄλλον ἕως ἄνω. ἔστι γὰρ καὶ πολλὰ ἡ ψυχὴ καὶ πάντα καὶ τὰ ἄνω καὶ τὰ κάτω αὖ μέχρι πάσης ζωῆς καὶ ἐσμὲν ἕκαστος κόσμος νοητός, τοῖς μὲν κάτω συνάπτοντες τῷδε,
285
τοῖς δὲ ἄνω τῷ νοητῷ, καὶ μένομεν τῷ μὲν ἄλλῳ παντὶ νοητῷ ἄνω, τῷ δὲ ἐσχάτῳ αὐτοῦ πεπεδήμεθα τῷ κάτω οἷον ἀπόρροιαν ἀπ̓ ἐκείνου διδόντες εἰς τὸ κάτω, μᾶλλον δὲ ἐνέργειαν, ἐκείνου οὐκ ἐλαττουμένου.

ἆῤ οὖν ἀεὶ ἐν σώματι τοῦτο; ἢ οὔ: ἐὰν γὰρ στραφῶμεν συνεπιστρέφεται καὶ τοῦτο. τί οὖν ἡ τοῦ παντός; ἀποστήσεται καὶ τὸ αὐτῆς μέρος στραφείσης; ἢ οὐδὲ συνένευσε τῷ μέρει αὑτῆς τῷ ἐσχάτῳ: οὐδὲ γὰρ ἦλθεν οὐδὲ κατῆλθεν, ἀλλὰ μενούσης προσάπτεται τὸ σῶμα τοῦ κόσμου καὶ οἷον καταλάμπεται οὐκ ἐνοχλοῦν οὐδὲ παρέχον μερίμνας ἐν ἀσφαλεῖ τοῦ κόσμου κειμένου. τί οὖν; οὐκ αἰσθάνεταί τινα αἴσθησιν; ʽὅρασιν οὐκ ἔχεἰ, φησίν, ὅτι μηδὲ ὀφθαλμούς: οὐδὲ ὦτα οὐδὲ ῥῖνας δηλονότι οὐδὲ γλῶτταν. τί οὖν; συναίσθησιν ὥσπερ ἡμεῖς τῶν ἐντὸς ἡμῶν; ἢ ὁμοίως κατὰ φύσιν ἐχόντων ἠρέμησις. οὐδὲ ἡδονή. πάρεστιν οὖν καὶ τὸ φυτικὸν οὐ παρὸν καὶ τὸ αἰσθητικὸν ὡσαύτως. ἀλλὰ περὶ μὲν τοῦ κόσμου ἐν ἄλλοις: νῦν δὲ ὅσον ἐφήπτετο ἡ ἀπορία αὐτοῦ εἴρηται.

1.264

ἀλλ̓ εἰ ἐκεῖ αἱρεῖται τὸν δαίμονα καὶ τὸν βίον, πῶς ἔτι τινὸς κύριοι; ἢ καὶ ἡ αἵρεσις ἐκεῖ ἡ λεγομένη τὴν τῆς ψυχῆς προαίρεσιν καὶ διάθεσιν καθόλου καὶ πανταχοῦ αἰνίττεται. ἀλλ̓ εἰ ἡ προαίρεσις τῆς ψυχῆς κυρία καὶ τοῦτο κρατεῖ, ὃ ἂν πρόχειρον ἔχῃ μέρος ἐκ τῶν προβεβιωμένων, οὐκέτι τὸ σῶμα αἴτιον οὐδενὸς κακοῦ αὐτῇ: εἰ γὰρ προτερεῖ τὸ τῆς ψυχῆς ἦθος τοῦ σώματος καὶ τοῦτο ἔχει, ὃ εἵλετο, καὶ ʽτὸν δαίμονἀ, φησίν, ʽοὐκ ἀλλάττεταἰ, οὔτε ὁ σπουδαῖος ἐνταῦθα γίνεται οὔτε ὁ φαῦλος. ἆῤ οὖν δυνάμει ἔστιν ἑκάτερος, ἐνεργείᾳ δὲ γίνεται; τί οὖν, εἰ φαύλου σώματος ὁ τὸ ἦθος σπουδαῖος τύχοι, ὁ δὲ τἀναντία; ἢ δύναται μᾶλλον καὶ ἧττον τὰ τῆς ψυχῆς ἑκατέρας ἑκάτερα τὰ σώματα παρέχεσθαι, ἐπεὶ καὶ αἱ ἄλλαι ἔξωθεν τύχαι τὴν ὅλην προαίρεσιν οὐκ ἐκβιβάζουσιν. ὅταν δὲ λέγηται, ὡς πρῶτον οἱ κλῆροι, εἶτα τὰ τῶν βίων παραδείγματα, ἔπειτα τὰ ἐν ταῖς τύχαις, καὶ ὡς ἐκ τῶν παρόντων τοὺς βίους κατὰ τὰ ἤθη αἱροῦνται, τὸ κύριον μᾶλλον δίδωσι ταῖς ψυχαῖς διατιθείσαις τὰ δοθέντα πρὸς τὰ αὑτῶν ἤθη. ὅτι γὰρ ὁ δαίμων οὗτος οὐ παντάπασιν ἔξω, ἀλλ̓ οὕτως, ὡς μὴ συνδεδεμένος οὐδ̓ ἐνεργῶν, ἡμέτερος δὲ ὡς ψυχῆς πέρι εἰπεῖν, οὐχ ἡμέτερος δέ, ὡς ἄνθρωποι τοιοίδε τὴν ὑπ̓ αὐτὸν ζωὴν ἔχοντες, μαρτυρεῖ τὰ

286
ἐν τῷ Τιμαίῳ: ἃ εἰ μὲν οὕτω ληφθείη, οὐδεμίαν ἕξει μάχην σχόντα ἄν τινα ἀσυμφωνίαν, εἰ ἄλλως ὁ δαίμων ληφθείη. τὸ δὲ ʽἀποπληρωτὴν ὧν τις εἵλετὀ καὶ αὐτὸ σύμφωνον. οὔτε γὰρ πολὺ κατωτέρω ἐᾷ ἐλθεῖν εἰς τὸ χεῖρον ὑπερκαθήμενος, ἀλλ̓ ἐκεῖνο ἐνεργεῖ μόνον τὸ ὑπ̓ αὐτόν, οὔτε ὑπεράνω αὑτοῦ οὔτε εἰς ἴσον: οὐ γὰρ δύναται ἄλλο γενέσθαι ἢ ᾗ ἔστιν.
1.265

τίς οὖν ὁ σπουδαῖος; ἢ ὁ τῷ βελτίονι ἐνεργῶν. ἢ οὐκ ἂν ἦν σπουδαῖος συνεργοῦντα ἑαυτῷ τὸν δαίμονα ἔχων; νοῦς γὰρ ἐνεργεῖ ἐν τούτῳ. ἢ οὖν δαίμων αὐτὸς ἢ κατὰ δαίμονα καὶ δαίμων τούτῳ θεός. ἆῤ οὖν καὶ ὑπὲρ νοῦν, εἰ τὸ ὑπὲρ νοῦν δαίμων αὐτῷ; διὰ τί οὖν οὐκ ἐξ ἀρχῆς; ἢ διὰ τὸν θόρυβον τὸν ἐκ τῆς γενέσεως. ὑπάρχει δὲ ὅμως καὶ πρὸ λόγου ἡ κίνησις ἡ ἔνδοθεν ὀρεγομένη τῶν αὑτῆς. πάντως οὖν κατορθοῖ; ἢ οὐ πάντως, εἴπερ οὕτως ἡ ψυχὴ διαθέσεως ἔχει, ὡς ἐν τούτοις τοῖς τοιοῖσδε τοιάδε οὖσα τοιοῦτον ἔχειν βίον καὶ τοιαύτην προαίρεσιν. ὁ μέντοι δαίμων οὗτος, ὃν λέγομεν, ἀγαγὼν λέγεται εἰς ᾅδου οὐκέτι ὁ αὐτὸς μένειν, ἐὰν μὴ τὰ αὐτὰ ἕληται πάλιν. πρὸ δὲ τοῦ πῶς; τὸ δὴ ἀγαγεῖν εἰς τὴν κρίσιν τὸ εἰς τὸ αὐτὸ σχῆμα ἐλθεῖν μετὰ τὴν ἀπογένεσιν, ὃ εἶχε πρὸ τῆς γενέσεως: εἶτα ὥσπερ ἀπ̓ ἀρχῆς ἄλλης τὸν μεταξὺ τῆς ὕστερον γενέσεως χρόνον ταῖς κολαζομέναις πάρεστιν. ἢ οὐδὲ βίος αὐταῖς, ἀλλὰ δίκη. τί δέ; ταῖς εἰς θήρεια σώματα εἰσιούσαις ἔλαττον; ἢ δαίμων ἢ πονηρός γε ἢ εὐήθης. ταῖς δὲ ἄνω; ἢ τῶν ἄνω αἱ μὲν ἐν αἰσθητῷ, αἱ δὲ ἔξω. αἱ μὲν οὖν ἐν αἰσθητῷ ἢ ἐν ἡλίῳ ἢ ἐν ἄλλῳ τῶν πλανωμένων, αἱ δ̓ ἐν τῇ ἀπλανεῖ ἑκάστη καθὸ λογικῶς ἐνήργησεν ἐνταῦθα: χρὴ γὰρ οἴεσθαι καὶ κόσμον εἶναι ἐν τῇ ψυχῇ ἡμῶν μὴ μόνον νοητόν, ἀλλὰ καὶ ψυχῆς τῆς κόσμου ὁμοειδῆ διάθεσιν: νενεμημένης οὖν κἀκείνης εἴς τε τὴν ἀπλανῆ καὶ τὰς πλανωμένας κατὰ δυνάμεις διαφόρους ὁμοειδεῖς ταύταις ταῖς δυνάμεσι καὶ τὰς παῤ ἡμῖν εἶναι καὶ ἐνέργειαν εἶναι παῤ ἑκάστης καὶ ἀπαλλαγείσας ἐκεῖ γίνεσθαι πρὸς ἄστρον τὸ σύμφωνον τῷ ἐνεργήσοντι καὶ ζήσαντι ἤθει καὶ

1.266
δυνάμει καὶ τοιούτῳ θεῷ καὶ δαίμονί γε ἢ αὐτῷ τούτῳ χρήσεσθαι ἢ τῷ ὑπὲρ ταύτην τὴν δύναμιν: σκεπτέον δὲ τοῦτο βέλτιον: τὰς δὴ ἔξω γενομένας τὴν δαιμονίαν φύσιν ὑπερβεβηκέναι καὶ πᾶσαν εἱμαρμένην γενέσεως καὶ ὅλως τὸ ἐν τῷδε τῷ ὁρατῷ, ἕως ἐστὶν ἐκεῖ, συνανενεχθείσης καὶ τῆς ἐν αὐτῇ φιλογενέσεως οὐσίας, ἣν εἴ τις λέγοι ταύτην εἶναι τὴν περὶ τὰ σώματα γινομένην μεριστὴν συμπληθύνουσαν
287
ἑαυτὴν καὶ συμμερίζουσαν τοῖς σώμασιν, ὀρθῶς λέξει. μερίζεται δὲ οὐ μεγέθει: τὸ γὰρ αὐτὸ ἐν πᾶσιν ὅλον καὶ πάλιν ἓν καὶ ἐξ ἑνὸς ζῴου ἀεὶ πολλὰ γεννᾶται ταύτης μεριζομένης οὕτως, ὥσπερ καὶ ἐκ τῶν φυτῶν: περὶ τὰ σώματα γὰρ καὶ αὕτη μεριστή. καὶ ὁτὲ μὲν μενουσα ἐπὶ τοῦ αὐτοῦ δίδωσιν, οἷον ἡ ἐν τοῖς φυτοῖς: ὁτὲ δὲ ἀπελθοῦσα πρὶν ἀπελθεῖν ἔδωκεν, οἷον καὶ ἐν τοῖς ἀνῃρημένοις φυτοῖς ἢ ἐν ζῴοις ἀποθανοῦσιν ἐκ σήψεως πολλῶν ἐξ ἑνὸς γεννηθέντων. συνενεργεῖν δὲ καὶ ἐκ τοῦ παντὸς τὴν τοιαύτην δύναμιν ἐνταῦθα τὴν αὐτὴν οὖσαν. πάλιν δὲ ἐὰν ἴῃ ἡ ψυχὴ ἐνταῦθα, ἢ τὸν αὐτὸν ἢ ἄλλον ἔχει δαίμονα κατὰ τὴν ζωήν, ἣν ποιήσεται. ἐπιβαίνει οὖν μετὰ τούτου τοῦ δαίμονος ὥσπερ σκάφους τοῦδε τοῦ παντὸς πρῶτον, εἶτα παραλαβοῦσα ἡ τοῦ ἀτράκτου λεγομένη φύσις κατέταξεν ὥσπερ ἐν νηὶ εἴς τινα ἕδραν τύχης. περιαγούσης δὲ τῆς περιφορᾶς ὥσπερ πνεύματος τὸν ἐπὶ τῆς νεὼς καθήμενον ἢ καὶ φερόμενον πολλαὶ καὶ ποικίλαι γίνονται καὶ θέαι καὶ μεταθέσεις καὶ συμπτώματα, ὥσπερ καὶ ἐν αὐτῇ τῇ νηὶ ἢ παρὰ τοῦ σάλου τῆς νεὼς ἢ παῤ αὑτοῦ κινηθέντος ὁρμῇ οἰκείᾳ, ἣν ἂν σχοίη τῷ ἐπὶ νεὼς εἶναι παρὰ τὸν ἑαυτοῦ τρόπον. οὐ γὰρ ὁμοίως ἐν τοῖς
1.267
αὐτοῖς πᾶς κινεῖται ἢ βούλεται ἢ ἐνεργεῖ. γίνεται οὖν διάφορα διαφόροις ἢ ἐκ τῶν αὐτῶν ἢ διαφόρων προσπεσόντων, ἢ τὰ αὐτὰ ἄλλοις, κἂν διάφορα τὰ προσπεσόντα: τοιοῦτον γὰρ ἡ εἱμαρμένη.