Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

Ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον. καὶ τὸ μὲν ὂν ἀπηρημωμένον τῶν ἄλλων, ἡ δὲ οὐσία τὸ ὂν μετὰ τῶν ἄλλων, κινήσεως, στάσεως, ταὐτοῦ, ἑτέρου, καὶ στοιχεῖα ταῦτα ἐκείνης; τὸ οὖν ὅλον οὐσία, ἕκαστον δὲ ἐκείνων τὸ μὲν ὄν, τὸ δὲ κίνησις, τὸ δὲ ἄλλο τι. κίνησις μὲν οὖν κατὰ συμβεβηκὸς ὄν: οὐσία δὴ ἄρα κατὰ συμβεβηκός: ἢ συμπληρωτικὸν οὐσίας; ἢ καὶ αὐτὴ οὐσία καὶ τὰ ἐκεῖ πάντα οὐσία. πῶς οὖν οὐ καὶ ἐνταῦθα; ἢ ἐκεῖ, ὅτι ἓν πάντα, ἐνθάδε δὲ διαληφθέντων τῶν εἰδώλων τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο: ὥσπερ ἐν μὲν τῷ σπέρματι ὁμοῦ πάντα καὶ ἕκαστον

1.173
πάντα καὶ οὐ χεὶρ χωρὶς καὶ χωρὶς κεφαλή, ἐνθάδε δὲ χωρίζεται ἀλλήλων: εἴδωλα γὰρ καὶ οὐκ ἀληθῆ. τὰς οὖν ποιότητας ἐκεῖ φήσομεν οὐσίας διαφορὰς περὶ οὐσίαν οὔσας ἢ περὶ ὄν, διαφορὰς δὲ ποιούσας ἑτέρας οὐσίας πρὸς ἀλλήλας καὶ ὅλως οὐσίας; ἢ οὐκ ἄτοπον, ἀλλὰ περὶ τῶν τῇδε ποιοτήτων, ὧν αἱ μὲν διαφοραὶ οὐσιῶν, ὡς τὸ δίπουν καὶ τὸ τετράπουν, αἱ δὲ οὐ διαφοραὶ οὖσαι αὐτὸ τοῦτο μόνον ποιότητες λέγονται. καίτοι τὸ αὐτὸ καὶ διαφορὰ γίνεται συμπληροῦσα καὶ οὐ διαφορὰ ἐν ἄλλῳ οὐ συμπληροῦσα τὴν οὐσίαν, σημβεβηκὸς δέ: οἷον τὸ λευκὸν ἐν μὲν κύκνῳ ἢ ψιμμυθίῳ συμπληροῦν, ἐν δὲ σοὶ συμβεβηκός. ἢ τὸ λευκὸν τὸ μὲν ἐν τῷ λόγῳ συμπληροῦν καὶ οὐ ποιότης, τὸ δὲ ἐν τῇ ἐπιφανείᾳ ποιόν. ἢ διαιρετέον τὸ ποιόν, ὡς τὸ μὲν οὐσιῶδες ἰδιότης τις οὖσα τῆς οὐσίας, τὸ δὲ μόνον ποιόν, καθ̓ ὃ ποιὰ οὐσία, τοῦ ποιοῦ οὐ διαλλαγὴν εἰς τὴν οὐσίαν ποιοῦντος οὐδ̓ ἐκ τῆς οὐσίας, ἀλλ̓ οὔσης ἤδη καὶ πεπληρωμένης διάθεσίν τινα ἔξωθεν ποιοῦντος καὶ μετὰ τὴν οὐσίαν τοῦ πράγματος προσθήκην, εἴτε περὶ ψυχὴν εἴτε περὶ
180
σῶμα γίνοιτο. ἀλλ̓ εἰ καὶ τὸ ὁρώμενον λευκὸν ἐπὶ τοῦ ψιμμυθίου συμπληρωτικὸν εἴη αὐτοῦ; ἐπὶ μὲν γὰρ τοῦ κύκνου οὐ συμπληρωτικόν: γένοιτο γὰρ ἂν καὶ οὐ λευκός: ἀλλ̓ ἐπὶ τοῦ ψιμμυθίου. καὶ τοῦ πυρὸς δὲ ἡ θερμότης. ἀλλ̓ εἴ τις λέγοι τὴν πυρότητα τὴν οὐσίαν εἶναι καὶ ἐπὶ τοῦ ψιμμυθίου τὸ ἀνάλογον; ἀλλ̓ ὅμως τοῦ ὁρωμένου πυρὸς πυρότης ἢ θερμότης συμπληροῦσα καὶ ἡ λευκότης ἐπὶ τοῦ ἑτέρου. αἱ αὐταὶ τοίνυν συμπληρώσουσι καὶ οὐ ποιότητες, καὶ οὐ συμπληρώσουσι καὶ ποιότητες: καὶ ἄτοπον ἐν μὲν οἷς συμπληροῦσι λέγειν
1.174
ἄλλο εἶναι, ἐν δὲ οἷς μὴ ἄλλο, τῆς αὐτῆς φύσεως οὔσης. ἀλλ̓ ἄρα τοὺς μὲν λόγους τοὺς ποιήσαντας αὐτὰ οὐσιώδεις ὅλους, τὰ δὲ ἀποτελέσματα ἔχειν ἤδη τὰ ἐκεῖ τὶ τὰ δ̓ ἐνταῦθα ποιά, οὐ τί. ὅθεν καὶ ἁμαρτάνειν ἡμᾶς ἀεὶ περὶ τὸ τὶ ἀπολισθαίνοντας ἐν ταῖς ζητήσεσιν αὐτοῦ καὶ εἰς τὸ ποιὸν καταφερομένους. οὐ γὰρ εἶναι τὸ πῦρ ὃ λέγομεν εἰς τὸ ποιὸν ἀφορῶντες, ἀλλὰ τὸ μὲν εἶναι οὐσίαν, ἃ δὲ νῦν βλέπομεν, εἰς ἃ καὶ ἀφορῶντες λέγομεν, ἀπάγειν ἡμᾶς ἀπὸ τοῦ τὶ καὶ ὁρίζεσθαι τὸ ποιόν: καὶ ἐπὶ τῶν αἰσθητῶν εὐλόγως, οὐδὲν γὰρ αὐτῶν οὐσίαν εἶναι, ἀλλ̓ αὐτῆς πάθη. ὅθεν κἀκεῖνο, πῶς ἐξ οὐκ οὐσιῶν οὐσία. ἐλέγετο μὲν οὖν, ὅτι οὐ δεῖ τὸ αὐτὸ τὸ γινόμενον εἶναι τοῖς ἐξ ὧν: νῦν δὲ λέγειν δεῖ, ὅτι οὐδὲ τὸ γενόμενον οὐσία. ἀλλὰ πῶς ἐκεῖ ἣν ἐλέγομεν οὐσίαν ἐξ οὐκ οὐσίας λέγομεν; τὴν γὰρ οὐσίαν φήσομεν ἐκεῖ κυριώτερον καὶ ἀμιγέστερον ἔχουσαν τὸ ὂν εἶναι οὐσίαν ὡς ἐν διαφοραῖς τοῦ ὄντος, μᾶλλον δὲ μετὰ προσθήκης ἐνεργειῶν λεγομένην οὐσίαν, τελείωσιν μὲν δοκοῦσαν εἶναι ἐκείνου, τάχα δ̓ ἐνδεεστέραν τῇ προσθήκῃ καὶ τῷ οὐχ ἁπλῷ, ἀλλ̓ ἤδη ἀφισταμένην τούτου.

ἀλλὰ περὶ τῆς ποιότητος σκεπτέον τί ὅλως: τάχα γὰρ γνωσθὲν ὅ τι ἐστὶ μᾶλλον παύσει τὰς ἀπορίας. πρῶτον οὗν ἐκεῖνο ζητητέον, εἰ τὸ αὐτὸ θετέον ὁτὲ μὲν ποιὸν μόνον, ὁτὲ δὲ συμπληροῦν οὐσίαν, οὐ δυσχεράναντας ποιὸν οὐ συμπληρωτικὸν οὐσίας εἶναι, ἀλλὰ ποιᾶς μᾶλλον οὐσίας. δεῖ τοίνυν ἐπὶ τῆς ποιᾶς οὐσίας τὴν οὐσίαν πρὸ τοῦ ποιὰν εἶναι καὶ τὸ τί ἐστι. τί οὖν ἐπὶ τοῦ πυρὸς πρὸ τῆς ποιᾶς οὐσίας ἡ οὐσία; ἆρα τὸ σῶμα; τὸ σῶμα τοίνυν οὐσία ἔσται, τὸ δὲ πῦρ

1.175
σῶμα θερμὸν καὶ οὐκ οὐσία τὸ ὅλον, ἀλλ̓ οὕτω τὸ θερμὸν ἐν αὐτῷ, ὡς καὶ ἐν σοὶ τὸ σιμόν. ἀφαιρεθείσης τοίνυν θερμότητος καὶ τοῦ λαμπροῦ καὶ κούφου, ἃ δὴ δοκεῖ ποιὰ εἶναι, καὶ ἀντιτυπίας τὸ τριχῆ διαστατὸν καταλείπεται καὶ ἡ ὕλη οὐσία. ἀλλ̓ οὐ δοκεῖ: τὸ γὰρ εἶδος μᾶλλον οὐσία. ἀλλὰ
181
τὸ εἶδος ποιότης. ἢ οὐ ποιότης, ἀλλὰ λόγος τὸ εἶδος. τὰ οὖν ἐκ τοῦ λόγου καὶ τοῦ ὑποκειμένου τί ἐστιν; οὐ γὰρ τὸ ὁρώμενον καὶ τὸ καῖον: τοῦτο δὲ ποιόν. εἰ μή τις λέγοι τὸ καίειν ἐνέργειαν ἐκ τοῦ λόγου: καὶ τὸ θερμαίνειν καὶ τὸ λευκαίνειν τοίνυν καὶ τὰ ἄλλα ποιήσεις: ὥστε τὴν ποιότητα οὐχ ἕξομεν ὅπου καταλείψομεν. ἢ ταύτας μὲν οὐ λεκτέον ποιότητας, ὅσαι λέγονται συμπληροῦν οὐσίας, εἴπερ ἐνέργειαι αὐτῶν ἀπὸ τῶν λόγων καὶ τῶν δυνάμεων τῶν οὐσιωδῶν ἰοῦσαι, ἃ δέ ἐστιν ἔξωθεν πάσης οὐσίας οὐ πῂ μὲν ποιότητες, ἄλλοις δὲ οὐ ποιότητες φανταζόμεναι, τὸ δὲ περιττὸν μετὰ τὴν οὐσίαν ἔχουσαι, οἷον καὶ ἀρεταὶ καὶ κακίαι καὶ αἴσχη καὶ κάλλη καὶ ὑγίειαι καὶ οὕτως ἐσχηματίσθαι. καὶ τρίγωνον μὲν καὶ τετράγωνον καθ̓ αὑτὸ οὐ ποιόν, τὸ δὲ τετριγωνίσθαι ᾗ μεμόρφωται ποιὸν λεκτέον, καὶ οὐ τὴν τριγωνότητα, ἀλλὰ τὴν μόρφωσιν: καὶ τὰς τέχνας δὲ καὶ τὰς ἐπιτηδειότητας: ὥστε εἶναι τὴν ποιότητα διάθεσίν τινα ἐπὶ ταῖς οὐσίαις ἤδη οὔσαις εἴτε ἐπακτὴν εἴτε ἐξ ἀρχῆς συνοῦσαν, ἣ εἰ μὴ συνῆν, οὐδὲν ἔλαττον εἶχεν ἂν ἡ οὐσία. ταύτην δὲ καὶ εὐκίνητον καὶ δυσκίνητον εἶναι: ὡς διττὸν εἶναι εἶδος, τὸ μὲν εὐκίνητον, τὸ δὲ ἔμμονον αὐτῆς.

τὸ οὖν λευκὸν τὸ ἐπὶ σοὶ θετέον οὐ ποιότητα, ἀλλ̓ ἐνέργειαν δηλονότι ἐκ δυνάμεως τῆς τοῦ

1.176
λευκαίνειν, κἀκεῖ πάσας τὰς λεγομένας ποιότητας ἐνεργείας τὸ ποιὸν λαβούσας παρὰ τῆς ἡμετέρας δόξης τῷ ἰδιώτητα εἶναι ἑκάστην οἷον διοριζούσας τὰς οὐσίας πρὸς ἀλλήλας καὶ πρὸς ἑαυτὰς ἴδιον χαρακτῆρα ἐχούσας. τί οὖν διοίσει ποιότης ἡ ἐκεῖ; ἐνέργειαι γὰρ καὶ αὗται. ἢ ὅτι μὴ οἷόν τί ἐστι δηλοῦσιν οὐδὲ ἐναλλαγὴν τῶν ὑποκειμένων οὐδὲ χαρακτῆρα, ἀλλ̓ ὅσον μόνον τὴν λεγομένην ποιότητα ἐκεῖ ἐνέργειαν οὖσαν: ὥστε τὸ μέν, ὅταν ἰδιότητα οὐσίας ἔχῃ, δῆλον αὐτόθεν ὡς οὐ ποιόν, ὅταν δὲ χωρίσῃ ὁ λόγος τὸ ἐπ̓ αὐτοῖς ἴδιον οὐκ ἐκεῖθεν ἀφελών, ἀλλὰ μᾶλλον λαβὼν καὶ γεννήσας ἄλλο, ἐγέννησε ποιὸν οἷον μέρος οὐσίας λαβὼν τὸ ἐπιπολῆς φανὲν αὐτῷ. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει καὶ τὴν θερμότητα τῷ σύμφυτον εἶναι τῷ πυρὶ εἶδός τι εἶναι τοῦ πυρὸς καὶ ἐνέργειαν καὶ οὐ ποιότητα αὐτοῦ, καὶ αὖ ἄλλως ποιότητα μόνην ἐν ἄλλῳ ληφθεῖσαν οὐκέτι μορφὴν οὐσίας οὖσαν, ἀλλὰ ἴχνος μόνον καὶ σκιὰν καὶ εἰκόνα ἀπολιποῦσαν αὑτῆς τὴν οὐσίαν, ἧς ἡ ἐνέργεια, ποιότητα εἶναι. ὅσα οὖν συμβέβηκε καὶ μὴ ἐνέργειαι καὶ εἴδη οὐσιῶν μορφάς τινας παρεχόμενα, ποιὰ ταῦτα: οἷον καὶ αἱ ἕξεις καὶ διαθέσεις ἄλλαι τῶν ὑποκειμένων λεκτέαι
182
ποιότητες, τὰ δὲ ἀρχέτυπα αὐτῶν, ἐν οἷς πρώτως ἐστίν, ἐνεργείας ἐκείνων. καὶ οὐ γίνεται ταὐτὸ ποιότης καὶ οὐ ποιότης, ἀλλὰ τὸ ἀπηρημωμένον οὐσίας ποιόν, τὸ δὲ σὺν ταύτῃ ἢ εἶδος ἢ ἐνέργεια: οὐδὲν γάρ ἐστι ταὐτὸν ἐν αὑτῷ μένον καὶ ἐν ἄλλῳ ἐκπεσὸν τοῦ εἶδος καὶ ἐνέργεια εἶναι. ὃ μέντοι μηδέποτε εἶδος ἄλλου, ἀλλὰ συμβεβηκὸς ἀεί, καθαρῶς ποιότης καὶ μόνον τοῦτο.
1.177