Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἀλλ̓ οὐχ ἑκόντες ταῦτα, ἀλλ̓ ἠναγκασμένοι τοῖς τόποις καὶ τοῖς σχήμασιν. ἀλλ̓ εἰ ἠναγκασμένοι, τὰ αὐτὰ δήπουθεν ἐχρῆν ἅπαντας ποιεῖν ἐπὶ τῶν αὐτῶν τόπων καὶ σχημάτων γιγνομένους. νῦν δὲ τί διάφορον πέπονθεν ὅδε τόδε τὸ τμῆμα τοῦ τῶν ζῳδίων κύκλου παριὼν καὶ αὖ τόδε; οὐ γὰρ δὴ οὐδ̓ ἐν αὐτῷ τῷ ζῳδίῳ γίγνεται, ἀλλ̓ ὑπ̓ αὐτὸ πλεῖστον ἀπέχων, καὶ καθ̓ ὁποῖον ἂν γίγνηται κατὰ τὸν οὐρανὸν ὤν. γελοῖον γὰρ καθ̓ἕκαστον ὧν τις παρέρχεται ἄλλον καὶ ἄλλον γίγνεσθαι καὶ διδόναι ἄλλα καὶ ἄλλα: ἀνατέλλων δὲ καὶ ἐπὶ κέντρου γεγονὼς καὶ ἀποκλίνας πῶς ἄλλος; οὐ γὰρ δὴ τοτὲ μὲν ἥδεται ἐπὶ τοῦ κέντρου ὤν, τοτὲ δὲ λυπεῖται ἀποκλίνας ἢ ἀργὸς γίνεται, οὐδ̓ αὖ θυμοῦται ἀνατείλας ἄλλος, πραΰνεται δὲ ἀποκλίνας, εἷς δέ τις αὐτῶν καὶ ἀποκλίνας ἀμείνων. ἔστι γὰρ ἀεὶ ἕκαστος καὶ ἐπίκεντρος ἄλλοις ἀποκλίνας ἄλλοις καὶ ἀποκλίνας ἑτέροις ἐπίκεντρος ἄλλοις: καὶ οὐ δήπου κατὰ τὸν αὐτὸν χρόνον χαίρει τε καὶ λυπεῖται καὶ θυμοῦται καὶ πρᾷός ἐστι. τὸ δὲ τοὺς μὲν αὐτῶν χαίρειν λέγειν δύνοντας, τοὺς δὲ ἐν ἀνατολαῖς ὄντας, πῶς οὐκ ἄλογον; καὶ γὰρ οὕτω συμβαίνει ἅμα τε λυπεῖσθαι καὶ χαίρειν. εἶτα διὰ τί ἡ ἐκείνων λύπη ἡμᾶς κακώσει; ὅλως δὲ οὐδὲ λυπεῖσθαι

1.136
οὐδ̓ ἐπὶ καιροῦ χαίρειν αὐτοῖς δοτέον, ἀλλ̓ ἀεὶ τὸ
139
ἵλεων ἔχειν χαίροντας ἐφ̓ οἷς ἀγαθοῖς ἔχουσι καὶ ἐφ̓ οἷς ὁρῶσι. βίος γὰρ ἑκάστου ἐφ̓ αὑτοῦ ἑκάστῳ καὶ ἐν τῇ ἐνεργείᾳ τὸ εὖ: τὸ δὲ οὐ πρὸς ἡμᾶς. καὶ μάλιστα τοῖς οὐ κοινωνοῦσιν ἡμῖν ζῴοις κατὰ συμβεβηκός, οὐ προηγούμενον δὲ οὐδὲ ὅλως, τὸ ἔργον πρὸς ἡμᾶς, εἰ ὥσπερ ὄρνισι κατὰ συμβεβηκὸς τὸ σημαίνειν.