Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

πῶς οὖν τὰ ἐκεῖ μέρη μένει, τὰ δὲ ἐνταῦθα στοιχεῖά τε καὶ ζῷα οὐ μένει; ἢ ὅτι, φησὶν ὁ

1.124
Πλάτων, τὰ μὲν παρὰ θεοῦ γεγένηται, τὰ δὲ ἐνταῦθα ζῷα παρὰ τῶν γενομένων παῤ αὐτοῦ θεῶν: γενόμενα δὲ παῤ ἐκείνου οὐ θεμιτὸν φθείρεσθαι. τοῦτο δὲ ταὐτὸν τῷ ἐφεξῆς μὲν τῷ δημιουργῷ εἶναι τὴν ψυχὴν τὴν οὐρανίαν, καὶ τὰς ἡμετέρας δέ: ἀπὸ δὲ τῆς οὐρανίας ἴνδαλμα αὐτῆς ἰὸν καὶ οἷον ἀπορρέον ἀπὸ τῶν ἄνω τὰ ἐπὶ γῆς ζῷα ποιεῖν. ψυχῆς οὖν μιμουμένης τοιαύτης τὴν ἐκεῖ, ἀδυνατούσης δὲ τῷ καὶ χείροσι σώμασι χρῆσθαι πρὸς τὴν ποίησιν καὶ ἐν τόπῳ χείρονι καὶ τῶν εἰς τὴν σύστασιν ληφθέντων οὐκ ἐθελόντων μένειν, τά τε ζῷα ἐνταῦθα οὐκ ἀεὶ δύναται μένειν, τά τε σώματα οὐχ ὁμοίως κρατοῖτο ἄν, ὡς: ἂν ἄλλης ψυχῆς αὐτῶν προσεχῶς ἀρχούσης. τὸν δὲ ὅλον οὐρανὸν εἴπερ ἔδει μένειν, καὶ τὰ μόρια αὐτοῦ, τὰ ἄστρα τὰ ἐν αὐτῷ, ἔδει: ἢ πῶς ἂν ἔμεινε μὴ ὁμοίως καὶ τούτων μενόντων; τὰ γὰρ ὑπὸ τὸν οὐρανὸν οὐκέτι οὐρανοῦ μέρη: ἢ οὐ μέχρι σελήνης ὁ οὐρανός. ἡμεῖς δὲ πλασθέντες ὑπὸ τῆς διδομένης παρὰ τῶν ἐν οὐρανῷ θεῶν ψυχῆς καὶ αὐτοῦ τοῦ οὐρανοῦ κατ̓ ἐκείνην καὶ σύνεσμεν τοῖς σώμασιν: ἡ γὰρ ἄλλη ψυχή, καθ̓ ἣν ἡμεῖς, τοῦ εὖ εἶναι, οὐ τοῦ εἶναι
100
αἰτία. ἤδη γοῦν τοῦ σώματος ἔρχεται γενομένου μικρὰ ἐκ λογισμοῦ πρὸς τὸ εἶναι συνεπιλαμβανομένη.