Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
πῶς οὖν ἡ ὕλη καὶ τὸ σῶμα τοῦ παντὸς
98
συνεργὸν ἂν εἴη πρὸς τὴν τοῦ κόσμου ἀθανασίαν ἀεὶ ῥέον; ἢ ὅτι, φαῖμεν ἄν, ῥεῖ: ῥεῖ γὰρ οὐκ ἔξω. εἰ οὖν ἐν αὐτῷ καὶ οὐκ ἀπ̓ αὐτοῦ, μένον τὸ αὐτὸ οὔτ̓ ἂν αὔξοιτο οὔτε φθίνοι: οὐ τοίνυν οὐδὲ γηράσκει. ὁρᾶν δὲ δεῖ καὶ γῆν μένουσαν ἐν σχήματι τῷ αὐτῷ ἐξ ἀιδίου καὶ ὄγκῳ, καὶ ἀὴρ οὐ μήποτ̓ ἐπιλείπῃ οὐδὲ ἡ ὕδατος φύσις: καὶ τοίνυν ὅσον μεταβάλλει αὐτῶν οὐκ ἠλλοίωσε τὴν τοῦ ὅλου ζῴου φύσιν. καὶ γὰρ ἡμῶν ἀεὶ μεταβαλλόντων μορίων 1.122
καὶ εἰς τὸ ἔξω ἀπιόντων μένει ἕκαστος εἰς πολύ: ᾧ δὲ ἔξω μηδέν, οὐκ ἀσύμφωνος ἂν τούτῳ ἡ σώματος φύσις πρὸς ψυχὴν πρὸς τὸ τὸ αὐτὸ εἶναι ζῷον καὶ ἀεὶ μένον. πῦρ δὲ ὀξὺ μὲν καὶ ταχὺ τῷ μὴ ὧδε μένειν, ὥσπερ καὶ γῆ τῷ μὴ ἄνω: γενόμενον δὲ ἐκεῖ, οὗ στῆναι δεῖ, οὔτοι δεῖ νομίζειν οὕτως ἔχειν ἐν τῷ οἰκείῳ ἱδρυμένον, ὡς μὴ καὶ αὐτὸ ὥσπερ καὶ τὰ ἄλλα ἔκτασιν ἐπ̓ ἄμφω ζητεῖν. ἀνωτέρω μὲν γὰρ οὐκ ἂν φέροιτο: οὐδὲν γὰρ ἔτι: κάτω δ̓ οὐ πέφυκε. λείπεται δὴ αὐτῷ εὐαγώγῳ τε εἶναι καὶ κατὰ φυσικὴν ὁλκὴν ἑλκομένῳ ὑπὸ ψυχῆς πρὸς τὸ ζῆν εὖ μάλα ἐν καλῷ τόπῳ κινεῖσθαι ἐν τῇ ψυχῇ. καὶ γάρ, εἴ τῳ φόβος μὴ πέσῃ, θαρρεῖν δεῖ: φθάνει γὰρ ἡ τῆς ψυχῆς περιαγωγὴ πᾶσαν νεῦσιν, ὡς κρατοῦσαν ἀνέχειν. εἰ δὲ μηδὲ ῥοπὴν πρὸς τὸ κάτω ἔχει παῤ αὑτοῦ, οὐκ ἀντιτεῖνον μένει. τὰ μὲν οὖν ἡμέτερα μέρη ἐν μορφῇ γενόμενα οὐ στέγοντα αὑτῶν τὴν σύστασιν ἀπαιτεῖ ἀπ̓ ἄλλων μόρια, ἵνα μένῃ: εἰ δ̓ ἐκεῖθεν μὴ ἀπορρέοι, οὐδὲν δεῖ τρέφεσθαι. εἰ δὲ ἀπορρέοι ἀποσβεννύμενον ἐκεῖθεν, πῦρ δεῖ ἕτερον ἐξάπτεσθαι καί, εἰ ἄλλου τινὸς ἔχοι καὶ ἐκεῖθεν ἀπορρέοι, δεῖ καὶ ἀντ̓ ἐκείνου ἄλλου. ἀλλὰ διὰ τοῦτο οὐ μένοι ἂν τὸ πᾶν ζῷον τὸ αὐτό, εἰ καὶ οὕτως.