Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἀλλὰ πῶς οὖν ἐξ ἀνάγκης, εἰ τὸ ἀγαθόν,

1.107
καὶ τὸ κακόν; ἆῤ οὖν οὕτως, ὅτι ἐν τῷ παντὶ τὴν ὕλην εἶναι δεῖ; ἐξ ἐναντίων γὰρ ἐξ ἀνάγκης τόδε τὸ πᾶν: ἢ οὐδ̓ ἂν εἴη μὴ ὕλης οὔσης. μεμιγμένη οὖν δὴ ἡ τοῦδε τοῦ κόσμου φύσις ἔκ τε νοῦ καὶ ἀνάγκης, καὶ ὅσα παρὰ θεοῦ εἰς αὐτὸν ἥκει, ἀγαθά, τὰ δὲ κακὰ ἐκ τῆς ἀρχαίας φύσεως, τὴν ὕλην λέγων τὴν ὑποκειμένην οὔπω κοσμηθεῖσαν εἴδεσιν. ἀλλὰ πῶς θνητὴν φύσιν; τὸ μὲν γὰρ τόνδε τὸν τόπον ἔστω δεικνύειν τὸ πᾶν: ἢ τὸ ἀλλ̓ ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἔστε, οὔτι γε μὴν λυθήσεσθε δἰ ἐμέ. εἰ δὴ οὕτως, ὀρθῶς ἂν λέγοιτο μὴ ἂν ἀπολέσθαι τὰ κακά. πῶς οὖν ἐκφεύξεται; οὐ τῷ τόπῳ, φησίν, ἀλλ̓ ἀρετὴν κτησάμενος καὶ τοῦ σώματος αὑτὸν χωρίσας: οὕτω γὰρ καὶ ὕλης: ὡς ὅ γε συνὼν τῷ σώματι καὶ ὕλῃ σύνεστι. τὸ δὲ χωρίσαι καὶ μὴ δῆλόν που αὐτὸς ποιεῖ: τὸ δ̓ ἐν θεοῖς εἶναι, ἐν τοῖς νοητοῖς: οὗτοι γὰρ ἀθάνατοι. ἔστι δὲ τοῦ κακοῦ λαβεῖν καὶ οὕτω τὴν ἀνάγκην. ἐπεὶ γὰρ οὐ μόνον τὸ ἀγαθόν, ἀνάγκη τῇ ἐκβάσει τῇ παῤ αὐτοῦ, ἤ, εἰ οὕτω τις εθέλοι λέγειν, τῇ ἀεὶ ὑποβάσει καὶ ἀποστάσει, τὸ ἔσχατον, καὶ μεθ̓ ὃ οὐκ ἦν ἔτι γενέσθαι ὁτιοῦν, τοῦτο εἶναι τὸ κακόν. ἐξ ἀνάγκης δὲ εἶναι τὸ μετὰ τὸ πρῶτον, ὥστε καὶ τὸ ἔσχατον: τοῦτο δὲ ἡ ὕλη μηδὲν ἔτι ἔχουσα αὐτοῦ. καὶ αὕτη ἡ ἀνάγκη τοῦ κακοῦ.