Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
νῦν δὲ λεγέσθω, τίς ἡ τοῦ ἀγαθοῦ φύσις, καθ̓ ὅσον τοῖς παροῦσι λόγοις προσήκει. ἔστι δὲ τοῦτο, εἰς ὃ πάντα ἀνήρτηται καὶ οὗ πάντα τὰ ὄντα ἐφίεται ἀρχὴν ἔχοντα αὐτὸ κἀκείνου δεόμενα: τὸ δ̓ ἐστὶν ἀνενδεές, ἱκανὸν ἑαυτῷ, μηδενὸς δεόμενον, μέτρον πάντων καὶ πέρας, δὸν ἐξ αὑτοῦ νοῦν καὶ οὐσίαν καὶ ψυχὴν καὶ ζωὴν καὶ περὶ νοῦν ἐνέργειαν. καὶ μέχρι μὲν τούτου καλὰ πάντα: αὐτός τε γὰρ ὑπέρκαλος καὶ ἐπέκεινα τῶν ἀρίστων βασιλεύων ἐν τῷ νοητῷ, νοῦ ἐκείνου ὄντος οὐ κατὰ νοῦν, ὃν οἰηθείη ἄν τις κατὰ τοὺς παῤ ἡμῖν λεγομένους
73
νοῦς εἶναι τοὺς ἐκ προτάσεων συμπληρουμένους καὶ τῶν λεγομένων συνιέναι δυναμένους λογιζομένους τε καὶ τοῦ ἀκολούθου θεωρίαν ποιουμένους καὶ ἐξ ἀκολουθίας τὰ ὄντα θεωμένους ὡς πρότερον οὐκ ἔχοντας, ἀλλὰ κενοὺς ἔτι πρὶν μαθεῖν ὄντας, καίτοι νοῦς ὄντας. οὐ δὴ ἐκεῖνος ὁ νοῦς τοιοῦτος, ἀλλ̓ ἔχει πάντα καὶ ἔστι πάντα καὶ σύνεστιν αὑτῷ συνὼν καὶ ἔχει πάντα οὐκ ἔχων. οὐ γὰρ ἄλλα, ὁ δὲ ἄλλος: οὐδὲ χωρὶς ἕκαστον τῶν ἐν αὐτῷ: ὅλον τε γάρ ἐστιν ἕκαστον καὶ πανταχῇ πᾶν καὶ οὐ συγκέχυται, ἀλλὰ αὖ χωρίς. τὸ γοῦν μεταλαμβάνον οὐχ ὁμοῦ πάντων, ἀλλ̓ ὅτου δύναται μεταλαμβάνει. καὶ ἔστι πρώτη ἐνέργεια ἐκείνου καὶ πρώτη οὐσία ἐκείνου μένοντος ἐν ἑαυτῷ: ἐνεργεῖ μέντοι περὶ ἐκεῖνον οἷον περὶ ἐκεῖνον ζῶν. ἡ δὲ ἔξωθεν περὶ τοῦτον χορεύουσα ψυχὴ πρὸς αὐτὸν βλέπουσα καὶ τὸ εἴσω αὐτοῦ θεωμένη τὸν θεὸν δἰ αὐτοῦ βλέπει. καὶ οὗτος θεῶν ἀπήμων καὶ μακάριος βίος καὶ τὸ κακὸν οὐδαμοῦ ἐνταῦθα καὶ εἰ ἐνταῦθα ἔστη, κακὸν οὐδὲν ἂν ἦν, ἀλλὰ πρῶτα καὶ δεύτερα τἀγαθὰ καὶ τρίτα. καὶ περὶ τὸν πάντων 1.101
βασιλέα πάντα ἐστί, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, καὶ πάντα ἐστὶν ἐκείνου, καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα.