Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
εἰ μὴ ἄρα τούτῳ κακόν, ᾗ ἐμπόδιον, ὥσπερ ὀφθαλμῷ πρὸς τὸ βλέπειν. ἀλλ̓ οὕτω ποιητικὸν κακοῦ ἔσται τὸ κακὸν αὐτῇ, καὶ οὕτω ποιητικόν, ὡς ἑτέρου τοῦ κακοῦ αὐτοῦ ὄντος. εἰ οὖν ἡ κακία ἐμπόδιον τῇ ψυχῇ, ποιητικὸν κακοῦ, ἀλλ̓ οὐ τὸ κακὸν ἡ κακία ἔσται: καὶ ἡ ἀρετὴ δὲ οὐ τὸ ἀγαθόν, ἀλλ̓ ἢ ὡς συνεργόν: ὥστε, εἰ μὴ ἡ ἀρετὴ τὸ ἀγαθόν, οὐδ̓ ἡ κακία τὸ κακόν. εἶτα καὶ ἡ ἀρετὴ οὐκ αὐτὸ τὸ καλὸν οὐδ̓ αὐτοαγαθόν: οὐ τοίνυν οὐδὲ κακία αὐτὸ τὸ αἰσχρὸν οὐδ̓ αὐτοκακόν.
1.112
ἔφαμεν δὲ τὴν ἀρετὴν οὐκ αὐτοκαλὸν οὐδ̓ αὐτοαγαθόν, ὅτι πρὸ αὐτῆς καὶ ἐπέκεινα αὐτῆς αὐτοκαλὸν καὶ αὐτοαγαθόν: καὶ μεταλήψει πως ἀγαθὸν καὶ καλόν. ὡς οὖν ἀπὸ τῆς ἀρετῆς ἀναβαίνοντι τὸ καλὸν καὶ τὸ ἀγαθόν, οὕτω καὶ ἀπὸ τῆς κακίας καταβαίνοντι τὸ κακὸν αὐτό, ἀρξαμένῳ μὲν ἀπὸ τῆς κακίας καὶ θεωροῦντι μὲν ᾗ θεωρία τίς ἐστι τοῦ κακοῦ αὐτοῦ, γινομένῳ δὲ ᾗ μετάληψις αὐτοῦ: γίνεται γὰρ παντάπασιν ἐν τῷ τῆς ἀνομοιότητος τόπῳ, ἔνθα δὺς εἰς αὐτὴν εἰς βόρβορον σκοτεινὸν ἔσται πεσών: ἐπεὶ καὶ εἰ παντελῶς ἴοι ἡ ψυχὴ εἰς παντελῆ κακίαν, οὐκέτι κακίαν ἔχει, ἀλλ̓ ἑτέραν φύσιν τὴν χείρω ἠλλάξατο: ἔτι γὰρ ἀνθρωπικὸν ἡ κακία μεμιγμένη τινὶ ἐναντίῳ. ἀποθνήσκει οὖν, ὡς ψυχὴ ἂν θάνοι, καὶ ὁ θάνατος αὐτῇ καὶ ἔτι ἐν τῷ σώματι βεβαπτισμένῃ ἐν ὕλῃ ἐστὶ καταδῦναι καὶ πλησθῆναι αὐτῆς καὶ ἐξελθούσῃ ἐκεῖ κεῖσθαι, ἕως ἂν ἀναδράμῃ καὶ ἀφέλῃ πως τὴν ὄψιν ἐκ τοῦ βορβόρου: καὶ τοῦτό ἐστι τὸ ἐν ᾅδου ἐλθόντα ἐπικαταδαρθεῖν.