Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

εἰ δ̓ ἡ ζωὴ ἀγαθόν, ὑπάρχει τοῦτο ζῶντι παντί; ἢ οὔ: χωλεύει γὰρ ἡ ζωὴ τῷ φαύλῳ, ὥσπερ ὄμμα τῷ μὴ καθαρῶς ὁρῶντι: οὐ γὰρ ποιεῖ τὸ ἔργον αὑτοῦ. εἰ δὴ ἡ ζωὴ ἡμῖν, ᾗ μέμικται, κακὸν ἀγαθόν, πῶς οὐχ ὁ θάνατος κακόν; ἤ τίνι; τὸ γὰρ κακὸν συμβεβηκέναι δεῖ τῳ: ὃ δ̓ οὐκ ἔστιν ἔτι ὄν, ἤ, εἰ ἔστιν, ἐστερημένον ζωῆς, οὐκ ἔστι δεκτικὸν κακοῦ, οὐδ̓ οὕτω κακὸν τῷ λίθῳ. εἰ δ̓ ἔστι ζωὴ καὶ ψυχὴ μετὰ θάνατον, ἤδη ἄν εἴη ἀγαθόν, ὅσῳ μᾶλλον ἐνεργεῖ τὰ αὑτῆς ἄνευ σώματος. εἰ δὲ τῆς ὅλης γίνεται, τί ἂν ἐκεῖ οὔσῃ εἴη κακόν; καὶ ὅλως ὥσπερ τοῖς θεοῖς ἀγαθὸν μέν ἐστι, κακὸν δὲ οὐδέν, οὕτως οὐδὲ τῇ ψυχῇ τῇ σωζούσῃ τὸ καθαρὸν αὑτῆς: εἰ δὲ μὴ σώζοι, οὐχ ὁ θάνατος ἂν εἴη κακον αὐτῇ, ἀλλ̓ ἡ ζωή. εἰ δὲ καὶ ἐν ᾅδου δίκαι, πάλιν αὐτῇ ἡ ζωὴ κἀκεῖ κακόν, ὅτι μὴ ζωὴ μόνον. ἀλλ̓ εἰ σύνοδος μὲν ψυχῆς καὶ σώματος ζωή, θάνατος δὲ διάλυσις τούτων, ἡ ψυχὴ ἔσται ἀμφοτέρων δεκτική. ἀλλ̓ εἰ ἀγαθὴ ἡ ζωή, πῶς ὁ θάνατος οὐ κακόν; ἢ ἀγαθὴ μὲν ἡ ζωὴ οἷς ἐστιν, ἀγαθὸν οὐ καθόσον σύνοδος, ἀλλ̓ ὅτι δἰ ἀρετῆς ἀμύνεται

1.99
τὸ κακόν: ὁ δὲ θάνατος μᾶλλον ἀγαθόν. ἢ λεκτέον αὐτὴν μὲν τὴν ἐν τῷ σώματι ζωὴν κακὸν μὲν παῤ αὑτῆς, τῇ δὲ ἀρετῇ ἐν ἀγαθῷ γίνεσθαι τὴν ψυχὴν οὐ ζῶσαν κατὰ τὸ σύνθετον, ἀλλ̓ ἤδη χωρίζουσαν ἑαυτήν.