Tzetzae vita
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
[*](Ioannes Tzetzes cum binas Homeri vitas reliquerit quae novi aliquid adferant, visum est alteram ceteris subiungere sine lectionis varietate: )(1) Chil. xiii. 626 sqq. ed. Kiessling.
Ὁ Ὅμηρος ὁ πάνσοφος ἡ θάλασσα τῶν λόγων πλὴν γέμουσα τοῦ νέκταρος οὐχ ἁλμυρῶν ὑδάτων, ἑπτὰ πατρίδων λέγεται τυγχάνειν ἀμφιβόλων. ἑπτὰ πατέρων γέννημα καὶ τούτων ἀμφιβόλων. σὺ δὲ Σμυρναῖον γίνωσκε τὸν Ὅμηρον ὑπάρχειν, υἱὸν δὲ δὴ τοῦ Μέλητος ὄντα καὶ Κριθηίδος ἐῶ τὰ μυθωδέστερα γονῆς τῆς τούτου λέγειν. διδάσκαλον Ὁμήρου δὲ τὸν Πορναπίδην νόει. σύνευνος ἦν Ὁμήρου δὲ τὴν κλῆσιν Εὐρυδίκη, Γνώστορος εἴτε Πάστορος θυγάτηρ τοῦ Κυμαίου. Σερίφων καὶ Θεόλαος υἱοὶ δὲ τοῦ Ὁμήρου· θυγάτηρ Ἀρσιφόνη δέ, ἣν ἔγημε Στασῖνος, Στασῖνος ὁ τὰ Κύπρια συγγράμματα ποιήσας ἅπερ οἱ πλείους λέγουσιν Ὁμήρου πεφυκέναι, εἰς προῖκα δὲ σὺν χρήμασι δοθῆναι τῷ Στασίνῳ Ἀρκτῖνος ὁ Μιλήσιος ἦν μαθητὴς Ὁμήρου, καὶ δοῦλος δὲ τῷ ποιητῇ κλῆσιν ὑπῆρχε Βύκκων ὃν βίκωνα καὶ φλάσκωνα παίζων ὁ Τζέτζης λέγει. βιβλία τοῦ Ὁμήρου δὲ τρία εἰσὶ καὶ δέκα. ὁ χρόνος τούτου σύγχρονος ἦν ἐκστρατείας δύο, Θηβαικῇ καὶ Τρωικῇ κατὰ πολλοὺς ἑτέρους. ὁ δʼ Ἀπολλόδωρος αὐτὸς ὁ χρονογράφος λέγει τελεῖν μετʼ ὀγδοήκοντα ἔτη τῆς Τρώων μάχης. Ἡσίοδος δὲ ἤκμαζεν ὡς εὗρον ἐν ἑτέροις, κατὰ τὴν ἑνδεκάτην μὲν αὐτὴν Ὀλυμπιάδα. τοιάδε τῷ Ὁμήρῳ δὲ ἡ τελευτὴ συνέβη. ἦν προχρησθὲν θανεῖν αὐτὸν ὅταν ἠρωτημένος οὐ δυνηθῇ τὸ αἴνιγμα ἐκεῖνο ἐπιλῦσαι. πένης τελῶν δὲ ὁ ἀνὴρ καί γε τυφλὸς ἐκ γήρως· τὰ μυθικὰ ληρήματα τίς γὰρ φρονῶν ἐγγράφοι; ἁπανταχοῦ διήρχετο τὰς χώρας τῆς Ἑλλάδος λέγων αὐτοῦ ποιήματα δεχόμενος ἐντίμως εἰς δʼ Ἀρκαδίαν ξενισθεὶς ὑπὸ τοῦ Κρεωφύλου περιπατήσων ἔρχεται ἐπὶ τὴν παραλίαν. ὡς δʼ εἶπεν ἄνδρες ἁλιεῖς Ἀρκάδες ἔχομέν τι; οἱ δʼ ἀπεκρίθησαν αὐτῷ περὶ φθειρῶν λαλοῦντες ὡς οὓς εἷλον οὐκ ἔχουσιν, ἔχουσι δʼ οὕς περ εἷλον, ὑπέστρεφε λυπούμενος ὡς μὴ νοήσας τοῦτο. πηλοῦ δʼ ὄντος ὠλίσθησε καὶ κεκρουκὼς εἰς πέτραν κλᾶται πλευρὰν τὴν δεξιὰν καὶ τελευτᾷ τριταῖος.[*]( Cf. et xii. 183-205. )