Vita quinta
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
Ὅμηρος ὁ ποιητὴς πατρὸς μὲν ἦν Μέλητος, μητρὸς δὲ Κριθηίδος, το δὲ γένος κατὰ μὲν Πίνδαρον (fr. 264) Σμυρναῖος, κατὰ δὲ Σιμωνίδην (fr. 85) Χῖος, κατὰ δ' Ἀντίμαχον (F. H. G. ii. 58 fr. 18) καὶ Νίκανδρον (fr. 14 Schn.) Κολοφώνιος, κατὰ δὲ Βαγχυλίδην (fr. 48 Bl.) καὶ Ἀριστοτέλην τὸν φιλόσοφον (fr. 66 R.) Ἰήτης, κατὰ δʼ Ἔφορον (fr. 164) καὶ τοὺς ἱστορικοὺς Κυμαῖος, κατὰ δʼ Ἀρίσταρχον καὶ Διονύσιον τὸν Θρᾷκα Ἀθηναῖος. τινὲς δὲ καὶ Σαλαμίνιον αὐτὸν εἶναί φασιν, ἄλλοι δʼ Ἀργεῖον, ἄλλοι δʼ Αἰγύπτιον ἀπὸ Θηβῶν. τοῖς δὲ χρόνοις κατὰ μέν τινας πρὸ τῆς τῶν Ἡρακλειδῶν ἐγένετο καθόδου, ὥστε ἕνεκεν τούτου γιγνώσκεσθαι ὑπʼ αὐτοῦ τοὺς ἐπʼ Ἴλιον στρατεύσαντας· τὰ γὰρ ἀπὸ τῶν Τρωικῶν ἐπὶ τὴν κάθοδον τῶν Ἡρακλειδῶν πʼ ἔτη. τοῦτο δʼ ἀπίθανον ὑπάρχει· καὶ γὰρ αὐτὸς ὁ Ὅμηρος ὑστεροῦντα πολλοῖς χρόνοις ἑαυτὸν ἀποδείκνυσι λέγων
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν.τινὲς δὲ λέγουσιν αὐτὸν τῆς Ἰωνικῆς ἀποικίας ἀπολείπεσθαι ἔτεσιν ρνʼ. οὐδὲν δʼ αὐτοῦ θετέον ἔξω τῆς Ἰλιάδος καὶ τῆς Ὀδυσσείας, ἀλλὰ καὶ τοὺς ὕμνους καὶ τὰ λοιπὰ τῶν εἰς αὐτὸν ἀναφερομένων ποιημάτων ἡγητέον ἀλλότρια καὶ τῆς φύσεως καὶ τῆς δυνάμεως ἕνεκα. τινὲς δʼ αὐτοῦ φασιν εἶναι καὶ τὰ φερόμενα δύο γράμματα, τήν τε Βατραχομυομαχίαν καὶ τὸν Μαργίτην. τὰ δὲ ποιήματα αὐτοῦ τὰ ἀληθῆ σποράδην πρότερον ᾀδόμενα Πεισίστρατος Ἀθηναῖος συνέταξεν, ὡς δηλοῖ τὸ φερόμενον ἐπίγραμμα Ἀθήνησιν ἐπιγε γραμμένον ἐν εἰκόνι αὐτοῦ τοῦ Πεισιστράτου. ἔχει δ' ὧδε·
τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον. ἡμέτερος καὶ κεῖνος ὁ χρύσεος ἦν πολιήτης εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν.πλανηθέντα δὲ τὸν Ὅμηρον ἐν Ἰθάκῃ πολύν φασι διατρῖψαι χρόνον καὶ πολλὰς χώρας ἀμείψαντα ἐν Ἴῳ τῇ νήσῳ τελευτῆσαι ἐκ τοιᾶσδε αἰτίας. καθημένου γάρ ποτε τοῦ Ὁμήρου ἐν αἰγιαλῷ τυφλοῦ αὐτοῦ ὄντος αἰσθέσθαι ἁλιεῖς παρερχομένους. πρὸς οὓς εἶπεν
ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες ἦ ῥʼ ἔχομέν τι; τοὺς δʼ ἀποκριθέντας εἰπεῖν ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσα δʼ οὐχ ἕλομεν φερόμεσθα.τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. ἐπειδὴ γὰρ οὐδὲν ἦσαν ἔχοντες τότʼ ἐξ ἁλείας ἐφθειρίζοντο, καὶ οὓς μὲν ἔλαβον ἐκ τῶν φθειρῶν φονεῦσαι καὶ μὴ ἔχειν, οὓς δʼ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι περιφέρειν. οὐ νοήσας δὲ τὸ λεγόμενον ἀπὸ θλίψεως ἐτελεύτησεν ἐν Ἴῳ τῇ νήσῳ. ἔθαψαν δʼ αὐτὸν μεγαλοπρεπῶς οἱ Ἰῆται, χαράξαντες ἐπὶ τῷ τάφῳ τὸ ἐπίγραμμα τοῦτο παρʼ αὐτοῦ ζῶντος ἔτι γεγραμμένον εἰς αὐτόν·
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.