Plutarchi vita

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

Ὅμηρον τὸν ποιητὴν χρόνῳ μὲν τῶν πλείστων δυνάμει δὲ πάντων πρῶτον γενόμενον εἰκότως ἀναγινώσκομεν πρῶτον, ὠφελούμενοι τὰ μέγιστα εἴς τε τὴν φωνὴν καὶ τὴν διάνοιαν καὶ τὴν τῶν πραγμάτων πολυπειρίαν. λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως, πρότερον μνησθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ.

Ὅμηρον τοίνυν Πίνδαρος (fr. 264) μὲν ἔφη Χῖόν τε καὶ Σμυρναῖον γενέσθαι, Σιμωνίδης (fr. 85) δὲ Χῖον, Ἀντίμαχος δὲ καὶ Νίκανδρος (fr. 14 Schn.) Κολοφώνιον, Ἀριστοτέλης (cf. i. 3) δʼ ὁ φιλόσοφος Ἰήτην, Ἔφορος (cf. i. 7) δʼ ὁ ἱστορικὸς Κυμαῖον. οὐκ ὤκνησαν δέ τινες Σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ Κύπρου, τινὲς δʼ Ἀργεῖον, Ἀρίσταρχος δὲ καὶ Διονύσιος ὁ Θρᾷξ Ἀθηναῖον. υἱὸς δʼ ὑπʼ ἐνίων λέγεται Μαίονος καὶ Κριθηίδος, ὑπὸ δέ τινων Μέλητος τοῦ ποταμοῦ.

Ὥσπερ δὲ τὰ τοῦ γένους αὐτῷ διαπορεῖται, οὕτω καὶ περὶ τῶν χρόνων καθʼ οὓς ἐγένετο. καὶ οἱ μὲν περὶ Ἀρίσταρχόν φασιν αὐτὸν γενέσθαι κατὰ τὴν τῶν Ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα, τὰ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωικῶν ἔτεσιν ὀγδοήκοντα. οἱ δὲ περὶ Κράτητα καὶ πρὸ

τῆς Ἡρακλειδῶν καθόδου λέγουσιν αὐτὸν γενέσθαι, ὡς οὐδὲ ὅλα ἔτη ὀγδοήκοντα ἀπέχειν τῶν Τρωικῶν. ἀλλὰ παρὰ τοῖς πλείστοις πεπίστευται μετὰ ἔτη ἑκατὸν τῶν Τρωικῶν γεγονέναι, οὐ πολὺ πρὸ τῆς θέσεως τῶν Ὀλυμπίων, ἀφʼ ἧς ὁ κατὰ Ὀλυμπιάδα χρόνος ἀριθμεῖται. cetera omisimus.