Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
θʼ. Χρόνου δὲ προϊόντος ἐν τῇ Σμύρνῃ ἄπορος ἐὼν τοῦ βίου διενοήθη ἀπικέσθαι ἐς Κύμην. πορευόμενος δὲ διὰ τοῦ Ἕρμου πεδίου, ἀπικνέεται ἐς Νέον τεῖχος, ἀποικίην Κυμαίων. ᾠκίσθη δὲ τοῦτο τὸ χωρίον ὕστερον Κύμης ἔτεσιν ὀκτώ. ἐνθαῦτα λέγεται αὐτὸν ἐπιστάντα ἐπὶ σκυτεῖόν τι εἰπεῖν πρῶτα τὰ ἔπεα τάδε·
αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο, οἳ πόλιν αἰπεινὴν Κύμην ἐριώπιδα κούρην ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο· ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.ἡ δὲ Σαρδήνη ὄρος ἐστὶν ὑπερκείμενον τοῦ τε Ἕρμου ποταμοῦ καὶ τοῦ Νέου τείχους. τῷ δὲ σκυτεῖ ὄνομα ἦν Τυχίος· ἀκούσαντι δὲ τῶν ἐπέων ἔδοξεν αὐτῷ δέξασθαι τὸν ἄνθρωπον. ἠλέησε γὰρ αἰτέοντα τυφλόν, καὶ ἐκέλευσεν εἰσιέναι τʼ αὐτὸν εἰς τὸ ἐργαστήριον καὶ μετέξειν ἔφη τῶν παρεόντων, ὁ δὲ ἐσῆλθε. κατήμενος δὲ ἐν τῷ σκυτείῳ παρεόντων καὶ ἄλλων τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο, Ἀμφιάρεώ τε τὴν ἐξελασίαν τὴν ἐς Θήβας, καὶ τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῷ· καὶ περὶ τῶν λεγομένων ὑπὸ τῶν παρεόντων ἐς τὸ μέσον γνώμας ἀποφαινόμενος θωύματος ἄξιος ἐφαίνετο εἶναι τοῖς ἀκούουσι.