Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
κη'. Κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας ὡς πάντων εἴη ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε·
τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους, λέγων τάδε·
Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῷ μάλιστα
ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας, δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον.