Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
κδʼ. Ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γάρ εὖ πρήξειν· ὁ δὲ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δὲ ἰὼν τῷ Ὁμήρῳ ὁ Χῖος, εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον. ἔπειθέ τε αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῷ Χίῳ παῖδες ἐν ἡλικίῃ. τούτους οὖν αὐτῷ παρατίθησι παιδεύειν. ὁ δὲ ἔπρησσε ταῦτα· καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίαν καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἄλλα πάντα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ, ὥστε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο ἐν τῇ ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ᾤχετο ἐκπλέων ἐκ τῆς Χίου.