Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

κα'. Ἐντεῦθεν δʼ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς, ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας, ἐπέδραμεν ὀτραλέως, τάς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους, καὶ ὅτι θέλων. προσελθών

τέ μιν ἱστορέειν ὅστις τε ἦν καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δὲ Ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο. ἦν γάρ, ὡς ἔοικεν, οὐδʼ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δʼ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τʼ ἀνακαύσας δεῖπνον παρασκευάζει, καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος.

κβʼ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε·

Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο.

κγ'. Τῇ δʼ ὑστεραίῃ διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ περὶ Ὁμήρου. ἐπιτρέψας δὲ τῷ συνδούλῳ νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτὸν ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δὲ ἐς Βολισσόν, ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου, καὶ συγγενόμενος

τῷ δεσπότῃ, ἀπηγέετο ὑπὲρ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θωύματι ποιεύμενος· ἠρώτεέ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτοῦ. ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν.

κδʼ. Ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γάρ εὖ πρήξειν· ὁ δὲ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δὲ ἰὼν τῷ Ὁμήρῳ ὁ Χῖος, εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον. ἔπειθέ τε αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῷ Χίῳ παῖδες ἐν ἡλικίῃ. τούτους οὖν αὐτῷ παρατίθησι παιδεύειν. ὁ δὲ ἔπρησσε ταῦτα· καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίαν καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἄλλα πάντα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ, ὥστε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο ἐν τῇ ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ᾤχετο ἐκπλέων ἐκ τῆς Χίου.

κεʼ. Χρόνου δὲ προιόντος δεηθεὶς τοῦ Χίου πορεῦσαι αὐτὸν εἰς τὴν Χίον ἀπίκετο εἰς τὴν πόλιν· καὶ διδασκαλεῖον κατασκευασάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα. καὶ κάρτα δεξιὸς

ἐδόκεεν εἶναι τοῖς Χίοις, καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθειστήκεσαν. συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν ἐξ ἧς αὐτῷ θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνῴκισεν ἀνδρὶ Χίῳ.

κϛ'. Ἐπιχειρήσας δὲ τῇ ποιήσει ἀπέδωκε χάριν ἣν εἶχε, πρῶτον μὲν Μέντορι τῷ Ἰθακησίῳ ἐν τῇ Ὀδυσσείᾳ, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν Ἰθάκῃ ἐνοσήλευεν ἐκτενέως, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν Ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι, ποιήσας Ὀδυσσέα ὡς ἐς Τροίην ἔπλεε Μέντορι ἐπιτρέψαι τὸν οἶκον ὡς ἐόντι Ἰθακησίων ἀρίστῳ καὶ δικαιοτάτῳ. πολλαχῇ δὲ καὶ ἄλλῆ τῆς ποιήσεως τιμῶν αὐτόν, τὴν Ἀθηνᾶν ὁπότε ἐς λόγον τινι καθίσταιτο τῷ Μέντορι οἰκυίην ποιεῖ. ἀπέδωκε δὲ καὶ Φημίῳ τῷ ἑαυτοῦ διαδασκάλῳ τροφεῖα καὶ διδασκαλεῖα ἐν τῇ Ὀδυσσείῃ, μάλιστα ἐν τοῖσδε τοῖς ἔπεσι

κήρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέʼ ἔθηκε Φημίῳ, ὃς δὴ πολλὸν ἐκαίνυτο πάντας ἀείδων.
καὶ πάλιν
αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
μέμνηται δὲ καὶ τοῦ ναυκλήρου μεθʼ οὖ ἐκπεριέπλευσε καὶ εἶδε πόλιάς τε πολλὰς καὶ χώρας, ᾧ ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖσδε
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
ἀπέδωκε δὲ χάριν καὶ Τυχίῳ τῷ σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῷ Νέῳ τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῇ Ἰλιάδι τοῖσδε
Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων, σκυτοτόμων ὅχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων.

κζʼ. Ἀπὸ δὲ τῆς ποιήσεως ταύτης εὐδοκιμεῖ Ὅμηρος περί τε τὴν Ἰωνίην καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀναφέρετο· κατοικέων δὲ ἐν τῇ Χίῳ καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν, ἀπικνεομένων πολλῶν πρὸς αὐτόν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῷ ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι.

κη'. Κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε

δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.
καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας ὡς πάντων εἴη
ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε·
τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους, λέγων τάδε·
Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῷ μάλιστα
ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας, δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον.

κθʼ. Ἐμποιήσας δὲ ἐς τὴν ποίησιν ταῦτα καὶ παρασκευασάμενος, ἐς Ἑλλάδα βουλόμενος ποιήσασθαι τὸν πλοῦν, προσίσχει τῇ Σάμῳ. ἔτυχον δὲ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια. καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ὀπωπὼς ἐν Χίῳ, ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ὡς ἐν ἐπαίνῳ μεγάλῳ ποιεύμενος αὐτόν. οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δὲ ἐντυχὼν τῷ Ὁμήρῳ ἔλεξεν, ὦ ξένε Ἀπατούρια ἀγούσης τῆς πόλιος καλέουσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα. ὁ δὲ Ὅμηρος ἔφη ταῦτα ποιήσειν καὶ ᾔει μετὰ τοῦ καλέσαντος.

λʼ. Πορευόμενος δὲ ἐγχρίμπτεται γυναιξὶ Κουροτρόφῳ θυούσαις ἐν τῇ τριόδῳ. ἡ δὲ ἱέρεια εἶπε πρὸς αὐτόν, δυσχεράνασα τῇ ὄψει, ἄνερ ἀπὸ τῶν ἱερῶν. ὁ δὲ Ὅμηρος ἐς θυμόν τε ἔβαλε τὸ ῥηθέν, καὶ ἤρετο τὸν ἄγοντα τίς τε εἴη ὁ φθεγξάμενος, καὶ τίνι θεῶν ἱερὰ θύεται. ὁ δὲ αὐτῷ διηγήσατο ὅτι γυνὴ εἴη Κουροτρόφῳ θύουσα. ὁ δʼ ἀκούσας λέγει τάδε τὰ ἔπεα·

κλῦθι μοι εὐχομένῳ Κουροτρόφε, δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δʼ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.

λαʼ. Ἐπεὶ δὲ ἦλθεν εἰς τὴν φρήτρην καὶ τοῦ οἴκου ἔνθα δὴ ἐδαίνυντο ἐπὶ τὸν οὐδὸν ἔστη, οἱ μὲν λέγουσι καιομένου πυρὸς ἐν τῷ οἴκῳ, οἱ δέ φασι τότε ἐκκαῦσαι σφᾶς, ἐπειδὴ Ὅμηρος τὰ ἔπεα εἶπεν

ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος, ἵπποι δʼ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης, χρήματα δʼ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ κόσμος τʼ ἄλλοισιν ὁρᾶσθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.
εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἐδαίνυτο μετὰ τῶν φρατόρων· καὶ αὐτὸν ἐτίμων καὶ ἐν θωύματι εἶχον· καὶ τότε μὲν τὴν κοίτην αὐτοῦ ἐποιήσατο Ὅμηρος.

λβʼ. Τῇ δὲ εἰσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου καὶ ὅ τι ἂν ἄλλο ἔχωσιν. ὁ δὲ Ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε ἃ καλέεται Κάμινος·

εἰ μὲν δώσετε μισθὸν ἀείσω ὦ κεραμῆες· δεῦρʼ ἄγʼ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου, εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα, φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι. ἢν δʼ ἐπʼ ἀναιδείην τρεφθέντες ψεύδεʼ ἄρησθε συγκαλέω δʼ ἤπειτα καμίνῳ δηλητῆρας,
Σύντρίβʼ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γʼ Ἄβακτον, Ὠμόδαμόν θʼ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι. πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα. δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη· ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα. δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, οἵ θʼ Ἡρακλείους χεῖρας φύγον, οἵ τʼ ἀπόλοντο· τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον, αὐτοὶ δʼ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. ὃς δέ χʼ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον φλεχθείη, ὡς πάντες ἐπίσταιντʼ αἴσιμα ῥέζειν.

Παραχειμάζων δὲ ἐν τῇ Σάμῳ, ταῖς νουμηνίαις προσπορεύομενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας, ἐλάμβανέ

τι ἀείδων τὰ ἔπεα τάδε ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν αἰεὶ τῶν παίδων τινες τῶν ἐγχωρίων·
δῶμα προσετραπόμεσθʼ ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί. αὐταὶ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα, εἰρήνη τʼ ἀγαθή. ὅσα δʼ ἄγγεα, μεστὰ μὲν εἴη, κυρβαίη δʼ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα, τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὕμμιν, ἡμίονοι δʼ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα, αὐτὴ δʼ ἱστὸν ὑφαίνοι ἐπʼ ἠλέκτρῳ βεβαυῖα. νεῦμαί τοι νεῦμαι ἐνιαύσιος ὥστε χελιδὼν ἕστηκʼ ἐν προθύροις·
καὶ
εἰ μέν τι δώσεις εἰ δὲ μή, οὐχ ἑστήξομεν, οὐ γὰρ συνοικήσοντες ἐνθάδʼ ἤλθομεν.
ᾔδετο δὲ τάδε τὰ ἔπεα ἐν τῇ Σάμῳ ἐπὶ πολὺν χρόνον ὑπὸ τῶν παίδων ὅτε ἀγείροιεν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος.

λδ'. Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπεχείρησε πλεῖν Ὅμηρος εἰς τὰς Ἀθήνας ἐκ τῆς Σάμου. καὶ ἀναχθεὶς μετά τινων ἐγχωρίων ἀπηνέχθη εἰς τὴν Ἴον· καὶ ὡρμίσθησαν οὐ κατὰ πόλιν, ἀλλʼ ἐπʼ ἀκτῆς. συνέβη δὲ τῷ Ὁμήρῳ κατὰ πολύ τι ἄρξασθαι μαλακῶς ἔχειν· ἐκβὰς δὲ τοῦ πλοίου ἐκοιμᾶτο ἐπὶ τῆς κυματωγῆς ἀδυνάτως ἔχων. πλείους δὲ ἡμέρας ὁρμούντων αὐτῶν διʼ ἀπλοΐην, καταβαίνοντες αἰεί τινες τῶν ἐκ τῆς πόλιος ἀπεσχόλαζον παρὰ τῷ Ὁμήρῳ καὶ ἐν θωύματι εἶχον αὐτὸν ἀκούοντες αὐτοῦ.

λε'. Τῶν δὲ ναυτέων καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῷ Ὁμήρῳ κατέπλωσαν παῖδες ἁλιῆες τὸν τόπον, καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου προσελθόντες αὐτοῖς τάδε εἶπον· ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι ἅσσʼ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν· οἱ δὲ εἶπαν ἡμεῖς ἅσσα εἵλομεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι μέτρῳ εἰπεῖν αὐτοὺς ἅσσ’ ἕλομεν λιπόμεσθα· ἃ δʼ οὐχ ἕλομεν φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν γῇ ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν

φθειρῶν κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε·
τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτʼ ἄσπετα μῆλα νεμόντων.

λϛ'. Ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθέν, ὡς οἴονταί τινες, ἀλλὰ τῇ μαλακίῃ. τελευτήσας δὲ ἐν τῇ Ἴῳ αὐτοῦ ἐπʼ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλόων καὶ τῶν πολιήτεων ὅσοι ἐν διαλογῇ ἐγεγένηντο αὐτῷ. καὶ τὸ ἐλεγεῖον τόδε ἐπέγραψαν Ἰῆται ὕστερον χρόνῳ πολλῷ, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκεε καὶ ἐθαυμάζετο ὑπὸ πάντων· οὐδὲ Ὁμήρου ἐστίν·

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύψεν ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.

κζ'. Ὅτι δὲ ἦν Αἰολεὺς Ὅμηρος καὶ οὔτε Ἴων οὔτε Δωριεύς, τοῖς τε εἰρημένοις δεδήλωταί μοι καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει. ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν ἢ τὰ ἑωυτοῦ, πάτρια ἐόντα. ἤδη τοίνυν τὸ ἐνθένδε αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε. ἱεροποιΐην γὰρ ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν ἢ τὴν ἑωυτοῦ πατρίδι προσήκουσαν. λέγει γὰρ ὧδε·

αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται ᾗ ἐς τὰ ἱερὰ χρέονται· μονώτατον γὰρ τῶν Ἑλλήνων τὸ Αἰολικὸν ἔθνος οὐ καίει ὀσφύν. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι Αἰολεὺς ὢν δικαίως τοῖς νόμοις τοῖς τούτων ἐχρῆτο·
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν, οἱ δὲ ἄλλοι Ἕλληνες ἐπὶ τριῶν. καὶ γὰρ ὀνομάζουσιν οἱ Αἰολεῖς τὰ πέντε πέμπε.

λη'. Τὰ μὲν οὖν ὑπὲρ τῆς γενέσιος καὶ τελευτῆς καὶ βίου δεδήλωταί μοι. περὶ δὲ ἡλικίης τῆς Ὁμήρου ἐκ τῶνδʼ ἄν τις ἐπισκεπτόμενος ἀκριβῶς καὶ ὀρθῶς λογίζοιτο. ἀπὸ γὰρ τῆς εἰς Ἴλιον στρατίης, ἣν Ἀγαμέμνων καὶ Μενέλαος ἤγειραν, ἔτεσιν ὕστερον ἑκατὸν καὶ τριάκοντα Λέσβος ᾠκίσθη κατὰ πόλεις, πρότερον ἐοῦσα ἄπολις. μετὰ δὲ Λέσβον οἰκισθεῖσαν ἔτεσιν ὕστερον εἴκοσι Κύμη ἡ Αἰολιῶτις καὶ Φρικωνὶς καλεομένη ᾠκίσθη. μετὰ δὲ Κύμην ὀκτωκαίδεκα ἔτεσιν ὕστερον Σμύρνα ὑπὸ Κυμαίων κατῳκίσθη· καὶ ἐν τούτῳ γίνεται Ὅμηρος. ἀφʼ οὗ δʼ Ὅμηρος ἐγένετο ἔτεά ἐστιν ἑξακόσια εἰκοσιδύο μέχρι τῆς Ξέρξεω διαβάσεως, ἣν στρατευσάμενος ἐπὶ τοὺς Ἕλληνας καὶ ζεύξας τὸν Ἑλλήσποντον διέβη ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην. ἀπὸ δὲ

τούτου ῥηϊδίως ἐστὶ ἀριθμῆσαι τὸν χρόνον τῷ ἐθέλοντι ζητεῖν ἐκ τῶν ἀρχόντων τῶν Ἀθήνησι. τῶν δὲ Τρωϊκῶν ὕστερον γέγονεν Ὅμηρος ἔτεσιν ἑκατὸν ἑξήκοντα ὀκτώ.