Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
κα'. Ἐντεῦθεν δʼ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς, ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας, ἐπέδραμεν ὀτραλέως, τάς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους, καὶ ὅτι θέλων. προσελθών
τέ μιν ἱστορέειν ὅστις τε ἦν καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δὲ Ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο. ἦν γάρ, ὡς ἔοικεν, οὐδʼ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δʼ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τʼ ἀνακαύσας δεῖπνον παρασκευάζει, καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος.