Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

ιδ'. Καὶ οἱ ξένοι διήνεγκαν ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο. ἐτελεύτα δʼ οὖν ὁ λόγος τῷ ἄρχοντι μὴ τρέφειν τὸν Ὅμηρον, ἔδοξε δέ πως καὶ τῇ ἄλλῃ βουλῇ. ἐπελθὼν δὲ ὁ ἐπιστάτης καὶ παρεζόμενος αὐτῷ διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῇ χρήμῃ αὐτοῦ καὶ τὰ δόξαντα τῇ βουλῇ. Ὁ δέ, ὡς ἤκουσεν, ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε·

οἵῃ μʼ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι, νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων. ἥν ποτʼ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα, Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον ἥν τε διʼ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος· ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα, ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν, οἱ δʼ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν, ἀοιδήν. ἀφραδίῃ τῶν μέν τε παθών τις φράσσεται αὖθις, ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον. κῆρα δʼ ἐγὼ τήν μοι θεὸς ὤπασε γεινομένῳ περ τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ. οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα.