Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

ιαʼ. Χρόνου δὲ προϊόντος, ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει·

αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν· τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη·
ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον· καί, ὡς Κυμαῖοι λέγουσι, τῷ Φρυγίης βασιλῆϊ Μίδῃ τῷ Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται·
χαλκῆ παρθένος εἰμί, Μίδεω δʼ ἐπὶ σήματι κεῖμαι·
ἔστʼ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου ἀγγελέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται.