Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

α'. Ἡρόδοτος ὁ Ἁλικαρνασσεὺς περὶ Ὁμήρου γενέσιος καὶ ἡλικίης καὶ βιοτῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελθεῖν εἰς
τὸ ἀτρεκέστατον. ἐπεὶ γὰρ ἡ πάλαι Αἰολιῶτις Κύμη ἐκτίζετο συνῆλθον ἐν ταὐτῷ παντοδαπὰ ἔθνεα Ἑλληνικά, καὶ δὴ καὶ ἐκ Μαγνησίης ἄλλοι τέ τινες καὶ Μελάνωπος ὁ Ἰθαγένεος τοῦ Κρήθωνος, οὐ πολύφορτος ἀλλὰ βραχέα τοῦ βίου ἔχων. οὗτος δὲ ὁ Μελάνωπος ἔγημεν ἐν τῇ Κύμῃ τὴν θυγατέρα Ὀμύρητος, καὶ αὐτῷ γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ᾧ οὔνομα τίθεται Κρηθηΐδα. καὶ αὐτὸς μὲν ὁ Μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ ἐτελεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρὶ ᾧ ἐχρῆτο μάλιστα, Κλεάνακτι τῷ Ἀργείῳ.