Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.

Χρήματα Δολοβέλλᾳ μὲν ἔτι εὐποροῦντες ἐβιάσθημεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δοῦναι θέλοντας ᾔτησας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον.

Τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βεβιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ ἴσον ὑπομεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χάριν ὑμᾶς ἀφῃρῆσθαι· οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ ἡμῖν παρασχόντας.

Εἰ ῥᾴδιος ὁ πορισμὸς ἦν, οὐκ ἂν περιεμείναμεν βραδυτῆτι διαβαλεῖν τὴν χάριν. τί γὰρ δὴ ὄφελος τοῖς κἂν ἀρνήσωνται βιασθησομένοις, ἐὰν μετὰ μελλήσεως ἀμφότερα ζημιωθῶσι, καὶ διδόντες τὸ ἀνάλωμα καὶ τὴν ἀμοιβὴν ἀπολέσαντες; ἀλλ’ ἴσθι ὅτι τὸ μὲν τάχος περιουσίας ἔργον ἐστίν, ὁ δὲ χρόνος σπουδῆς ἐκνικῆσαι βιαζομένης ἀπορίαν. οὐ δὴ δίκαιον τὴν τῶν παρὰ δύναμιν ἐπεκταθέντων κακοπραγίαν ἔλαττον φέρεσθαι τῶν οὐκ ἂν εἰ μὴ ὑπὸ εὐπορίας ταχυνάντων.

Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὗ δύνασθε.

Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ’ οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα· παρῃτούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχοντες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδάσαντες.

Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι.

Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὀψὲ ἡμῖν ἐπιστέλλων· ἀνάγκη γὰρ τὰς ἐκείνου κολακεύειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὃν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ καὶ βραδέως, ἀλλ’ οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθούντων.

Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’ Ἰταλίας στρατιὰν ἐπισκοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, δι’ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξασθε.

Καὶ τάχιον ἐφρονοῦμεν ἃ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ’ ἡνίκα δυνατὸν ἐξεγένετο ἡμῖν τὰ εἰκότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλασίονά σοι καίπερ ἐνδεόμενοι συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀβουλήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει.

Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευήν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’ αὐτοῖς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν

πάρεστιν ὁρᾶν ὄψει, εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξανθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι.

Οὐκ εἰ σὺ βαρέως τοῖς ἐλευθεριάσασι Ξανθίων προσηνέχθης, ἤδη καὶ ἡμεῖς τοὺς ἐπὶ δουλείᾳ δεκασθέντας μιμησόμεθα Παταρεῖς, ἀλλ’ ἐκείνων μὲν ἀπευξάμενοι τὴν τύχην πειρασόμεθα τῆς εὐγενείας ἔχεσθαι, τούτους δὲ μεμψάμενοι τῆς γνώμης οὐ δεησόμεθα τῶν ἀπὸ σοῦ λημμάτων, ἐνδοξοτέραν ἡγούμενοι τὴν μετὰ κινδύνων ἐλευθερίαν τῆς ἐπὶ τῷ κερδαίνειν αὐτομολίας.

Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίῳ, πόλις αὐθαδέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιότερον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἣ μὲν πολέμῳ καμοῦσα, ἣ δ’ ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον· ἑκοῦσα γὰρ εἵλετο ἃ μετ’ οὐ πολὺ ἔμελλε μὴ βουλομένη. καὶ ὑμεῖς οὖν ἕλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκουσίως ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι.

Οὔτε ἡ Ῥοδίων ἅλωσις ἐξέπληξεν ἂν τοὺς μὴ τὰ σὰ φρονοῦντας, οὔτε ἡ Λυκίων εὐπραξία μετὰ κολακείας ἔπεισεν· ἐλπὶς γὰρ καὶ φόβος ἐν φίλοις μὲν ἀξιόπιστα, ἐν δὲ τοῖς ἠλλοτριωμένοις εὐκαταφρόνητα. ἀλλ’ ἡμεῖς ἄνωθέν σοι προσχωροῦντες καθ’ ἓν ἀχθόμεθα, εἴ γε δόξομεν ἢ ἀπειλῆς ἢ ὑποσχέσεως γεγονέναι κτῆμα. ἔχε οὖν ἡμᾶς ὑπόδειγμα φιλίας πρὸς ἄλλους μᾶλλον ἢ ἑτέρων ἐφ’ ἡμᾶς προσδέου.

Οὐδὲν οὔτε θαλάττης ἄνευ νεῶν οὔτε ἀγεωργήτου γῆς ὄφελος. πονήσατε οὖν περὶ τὰ σκάφη ὡς εἰ τῶνδε εἴητε ἄποροι, μηδὲν ἠπειρωτῶν πλέον ἐκ θαλάττης ὀνησόμενοι.

Καὶ γεωργίαν ἔστιν ὅτε καὶ ναυτιλίαν ἐμποδίζει καιρός, ἀλλ’ οὔτε γῆς ἀποστεροῦνται οὔτε θαλάττης οἱ φύσει ταῦτα ἔχοντες· οὐ γὰρ ἴσον τῷ μηδ’ ὅλως κεκτῆσθαι τὸ κἂν ἐλλείπῃ ποτὲ εἰς τὴν χρείαν εὐδιόρθωτον.

Δαμάσιππον Ῥοδίων ναύαρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυοῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν

αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀποδρᾶναι δρᾶναι ἐάσετε, καὶ ἀδικίαν καὶ ἀνανδρίαν ὑμῶν καταγνώσομαι.

Εἰ θᾶττον ἡμῖν Ἑρμόδωρος ἢ σοὶ περὶ τοῦ ναυάρχου προσήγγειλεν, οὐκ ἄν, ὥσπερ εἰσπλεύσας ἔλαθε Δαμάσιππος, οὕτω καὶ ἀπαίρων διέφυγεν, ἀλλὰ μέρος ἂν τῆς Ῥοδίων ἁλώσεως ἐγένετο. νυνὶ δὲ σύγγνωθι τῷ τέλει τῆς ἀγνοίας, ἧς καὶ τῇ ἀρχῄ ὑποτίμησιν δέδωκας· οὔτε γὰρ ἀδικίας ἔργον τὸ λαθόντα καταδέξασθαι, οὔτε ἀσθενείας τὸ ἐκδιδράσκοντα ἀγνοῆσαι.

Εὐνοεῖν μὲν ἡμῖν πρεσβευόμενοι προσποιεῖσθε, τὰ δὲ ἔργα εἰς οὐδὲν ὧν ἐχρῆν ἐσπουδακότας ἐλέγχει. ὁρᾶτε οὖν μὴ καὶ ἡμεῖς τῇ διὰ τῶν ἔργων πεισθέντες δυσμενείᾳ μᾶλλον ἢ τὴν ἐκ τῶν λόγων ἡδονὴν θηρώμενοι ὡς ἐχθροῖς ὑμῖν προσενεχθῶμεν.

Οὐδὲν θαυμαστὸν εἰ πρεσβευόμενοι ὑπὲρ εὐνοίας ἐν ταῖς ὑπουργίαις καταδεέστεροι τῆς χρείας ἐλεγχόμεθα· ἐκεῖνο μὲν γὰρ ἐσπουδακότων ἔργον, τοῦτο δὲ ἀσθενούντων. διὸ χρή τε τὴν ἐκ τῆς προθυμίας διάθεσιν μᾶλλον ἢ τὸ ἐν τοῖς ἔργοις ὑπολιπὲς σκοποῦντα φίλους νομίζειν τοὺς καὶ ἃ μὴ δυνάμεθα σπουδάζοντας.