Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.

Χρήματα Δολοβέλλᾳ μὲν ἔτι εὐποροῦντες ἐβιάσθημεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δοῦναι θέλοντας ᾔτησας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον.

Τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βεβιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ ἴσον ὑπομεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χάριν ὑμᾶς ἀφῃρῆσθαι· οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ ἡμῖν παρασχόντας.

Εἰ ῥᾴδιος ὁ πορισμὸς ἦν, οὐκ ἂν περιεμείναμεν βραδυτῆτι διαβαλεῖν τὴν χάριν. τί γὰρ δὴ ὄφελος τοῖς κἂν ἀρνήσωνται βιασθησομένοις, ἐὰν μετὰ μελλήσεως ἀμφότερα ζημιωθῶσι, καὶ διδόντες τὸ ἀνάλωμα καὶ τὴν ἀμοιβὴν ἀπολέσαντες; ἀλλ’ ἴσθι ὅτι τὸ μὲν τάχος περιουσίας ἔργον ἐστίν, ὁ δὲ χρόνος σπουδῆς ἐκνικῆσαι βιαζομένης ἀπορίαν. οὐ δὴ δίκαιον τὴν τῶν παρὰ δύναμιν ἐπεκταθέντων κακοπραγίαν ἔλαττον φέρεσθαι τῶν οὐκ ἂν εἰ μὴ ὑπὸ εὐπορίας ταχυνάντων.

Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὗ δύνασθε.

Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ’ οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα· παρῃτούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχοντες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδάσαντες.

Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι.

Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὀψὲ ἡμῖν ἐπιστέλλων· ἀνάγκη γὰρ τὰς ἐκείνου κολακεύειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὃν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ καὶ βραδέως, ἀλλ’ οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθούντων.

Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’ Ἰταλίας στρατιὰν ἐπισκοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, δι’ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξασθε.

Καὶ τάχιον ἐφρονοῦμεν ἃ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ’ ἡνίκα δυνατὸν ἐξεγένετο ἡμῖν τὰ εἰκότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλασίονά σοι καίπερ ἐνδεόμενοι συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀβουλήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει.