Versus heroici
Versus heroici
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
καλῶς γὰρ Ὅμηρος καταμεμάθηκε ὅτι πάντων τῶν προβάτων βόες μάλιστα ἀτονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν καὶ ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. . . . διὰ τοῦτο οὖν ἐποίησεν τάδε τὰ ἔπη·
ὡς δʼ ὁπότʼ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξινὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθεῖα ποίη φαίνεται.
Mochlicon 5 ὦμος δὲ ἐκπίπτει κάτω· . . . οἷον καὶ βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα . . . τό τε Ὁμήρειον καὶ διότι λεπτότατοι βόες τηνικαῦτα.
III.Plat. Gorg. 516 C οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος.
IV.Xen. Sympos. viii. 30 καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ
γάνυται δέ τʼ ἀκούων·τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που
πυκινὰ φρεσὶ μήδεα εἰδώς·τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. [*](auctor seu cyclici carminis seu hymni figura ludit etymologica. )
V.Plato Phaedr. 252 B λέγουσι δέ, οἶμαι, τινὲς Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον· ὑμνοῦσι δὲ ὧδε·
[*](unde hos versus traxerit Plato incertum : hymnum sapere nobis visi sunt C. Q. 1907. 136.)
- τὸν δʼ ἤτοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν,
- ἀθάνατοι δὲ Πτέρωτα διὰ πτερόφοιτον ἀνάγκην.
VI.Aeschines i. § 128 καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω ὥσθʼ εὑρήσετε καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι
φήμη δʼ ἐς στρατὸν ἦλθε.[*](Dem. Epitaph. 29 v. Iliu pers. IV; Aristoph. Pac. 1282, 1283, 1286, 1287 v. p. 116.)
μῦσεν δὲ περὶ βροτόεσσʼ ὠτειλή.τοῦτο δὲ τὸ ἡμιστίχιον οὐ φέρεται. [*](verissime scholiasta.)
VIII.Ar. de An. I. c. 2. 404 A 25 ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς, οὐ μὴ παντελῶς γʼ ὥσπερ Δημόκριτος (§ 100 Diels). ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς
Ἕκτωρ κεῖτʼ ἀλλοφρονέων.
IX, X, XI. Ar. Eth. Nic. iii. 8. 1116 B 26 ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος
σθένος ἔμβαλε θυμῷκαὶ
μένος καὶ θυμὸν ἔγειρεκαὶ
δριμὺ δʼ ἀνὰ ῥῖνας μένος ‹ω 318, 319 ordine turbato›καὶ
ἔζεσεν αἷμα.
XII.Chrysippus ap. Galen. de plac. Hipp. et Plat. iii. 115
- πρῆσεν ἐνὶ στήθεσφιν ἐρισθενέος Διὸς ἀλκὴν
- γνωμέναι.
XIII.idem ib.
τότε δὴ στηθέων θʼ ἅμα φρένας ἐξέλετο Ζεύς[*](emendatio incerta. cf. P 470 Z 234 T 137.)
XIV.idem ib.
ἄλλο δʼ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.
XV.Plutarchus vit. Hom. ii. 23 ἔστι δὲ καὶ ἄλλος τρόπος ἡ μετωνυμία . . . οἷόν ἐστι παρʼ αὐτῷ
ἦμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιidem de Iside et Osiride 66, 377 D
- ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων
- τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν.
XVI.Plut. vit. Hom. ii. 20
εἰσὶ δὲ παρʼ αὐτῷ μεταφοραὶ ποικίλαι, αἱ μὲν ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον
φθέγξατο δʼ ἡνίοχος νηὸς κυανοπρῴροιο.anonymus in anecd. graec. Boissonadii iii. 286 ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δʼ οὔ. καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται [eadem] καὶ
ἵππων κυβερνητῆρες ‹cf. Oppian. i. 96.›
XVII.idem ii. 55 τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ
δωρήσω τρίποδα χρυσούατονἀντὶ τοῦ δωρήσομαι.
XVIII.schol. in Lycophr. 86 λεύσσω θέοντα γρυνόν] ... γρυνὸν δὲ εἶπε τὸν Ἀλέξανδρον κατὰ μετωνυμίαν καλέσας· γρυνὸς γάρ ἐστιν ὁ κορμός· καὶ Ὅμηρος
γρυνοὶ μὲν δαίοντο μέγας δʼ Ἥφαιστος ἀνέστη[*](eundem versum Etym. magn. 241. 45 sed γρουνοί. )
XIX.Ammonius περὶ διαφορᾶς ὀνομάτων in v. οὗτος
οὗτος τοι Διομήδης.
XX.id. in v. λῃτουργεῖν
λήιτον ἀμφεπένοντο.
XXI.Galenus in Hippocr. περὶ ἀγμῶν ii. 70
καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·
[*](cf. Ξ 181. corrupta fortasse varia lectio versuum ε 231 κ 544 sc. περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην ἑκατὸν θυσάνοις ἀραρυῖαν. )
- περὶ ζώνην
- βάλλεται ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν.
XXII.Ammonius in Porph. isag. prooem. 4 r. 30 (ed. Busse, p. 9) καὶ ὁ ποιητὴς
ἐπεὶ σοφὸς ἤραρε τέκτων.
Clem. Alex. strom. i. 4. 1 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ. [*](eadem Nicomach. isag. init. Elias proleg. philosoph. c. 9 David id. c. 15, Eust. 1023. 14. cf. Ψ 712 τούς τε κλυτὸς ἤραρε τέκτων. Bywater J. Ph. vii. 66. )