Sectio canonis [Sp.]
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
Εὐ ἡσυχία εἴη καὶ ἀκινησία, σιωπὴ ἂν εἴη· σιωπῆς δὲ οὔσης καὶ μηδενὸς κινουμένου οὐδὲν ἂν ἀκούοιτο εἰ ἄρα μέλλει τι ἀκουσθήσεσθαι, πληγὴν καὶ κίνησιν πρότερον δεῖ γενέσθαι. ὥστε, ἐπειδὴ πάντες οἱ φθόγγοι γίνονται πληγῆς τινος γινομένης, πληγὴν δὲ ἀμήχανον γενέσθαι μὴ οὐχὶ κινήσεως πρότερον γενομένης, — τῶν δὲ κινήσεων αἱ μὲν πυκνότεραί εἴσιν, αἱ δὲ ἀραιότεραι, καὶ αἱ μὲν πυκνότεραι ὀξυτέρους ποιοῦσι τοὺς φθόγγους, αἱ δὲ ἀραιότεραι βαρυτέρους, — ἀναγκαῖον τοὺς μὲν ὀξυτέρους εἶναι, ἐπείπερ ἐκ πυκνοτέρων καὶ πλειόνων σύγκεινται κινήσεων, τοὺς δὲ βαρυτέρους, ἐπείπερ ἐξ ἀραιοτέρων καὶ ἐλασσόνων σύγκεινταικινήσεων. ὥστε τοὺς μὲν ὀξυτέρους τοῦ δέοντος ἀνιεμένους ἀφαιρέσει κινήσεως τυγχάνειν τοῦ δέοντος, τοὺς δὲ βαρυτέρους ἐπιτεινομένους προσθέσει κινήσεως τυγχάνειν τοῦ δέοντος. διόπερ ἐκ μορίων τοὺς φθόγγους συγκεῖσθαι φατέον, ἐπειδὴ προσθέσει καὶ ἀφαιρέσει τυγχάνουσι τοῦ δέοντος. πάντα δὲ τὰ ἐκ μορίων συγκείμενα ἀριθμοῦ λόγῳ λέγεται πρὸς ἄλληλα, ὥστε καὶ τοὺς φθόγγους ἀναγκαῖον ἐν ἀριθμοῦ λόγῳ λέγεσθαι πρὸς ἀλλήλους τῶν δὲ ἀριθμῶν οἱ μὲν ἐν πολλαπλασίῳ λόγῳ λέγονται οἱ δὲ ἐν ἐπιμορίῳ, οἱ δὲ ἐν ἐπιμερεῖ, ὥστε καὶ τοὺς φθόγγους ἀναγκαῖον ἐν τοῖς τοιούτοις λόγοις λέγεσθα πρὸς ἀλλήλους. τούτων δὲ οἱ μὲν πολλαπλάσιοι καὶ ἐπι μόριοι ἑνὶ ὀνόματι λέγονται πρὸς ἀλλήλους.
Γινώσκομεν δὲ καὶ τῶν φθόγγων τοὺς μὲν συμφώ νους ὄντας, τοὺς δὲ διαφώνους, καὶ τοὺς μὲν συμφώνου μίαν κρᾶσιν τὴν ἐξ ἀμφοῖν ποιοῦντας, τοὺς δὲ διαφώ νους οὔ. τούτων οὕτως ἐχόντων εἰκὸς τοὺς συμφώνου [*](Εὐκλείδου κατατομὴ κανόνος M, m. 2 W.)
Ἐὰν διάστημα πολλαπλάσιον δὶς συντεθὲν ποιῇ τι διάστημα, καὶ αὐτὸ πολλαπλάσιον ἔσται.
ἔστω διάστημα τὸ ΒΓ, καὶ ἔστω πολλαπλάσιος ὁ Β τοῦ Γ, καὶ γεγενήσθω, ὡς ὁ Γ πρὸς τὸν Β, ὁ Β πρὸς τὸν ∠· φημὶ δὴ τὸν ∠ τοῦ Γ πολλαπλάσιον εἶναι. ἐπεὶ γὰρ ὁ Β τοῦ Γ πολλαπλάσιός ἐστι, μετρεῖ ἄρα ὁ Γ τὸν Β. ἦν δὲ καὶ ὡς ὁ Γ πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν ∠, ὥστε μετρεῖ ὁ Γ καὶ τὸν ∠. πολλαπλάσιος ἄρα ἐστὶν ὁ ∠ τοῦ Γ.
Ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον ποιῇ πολλαπλάσιον, καὶ αὐτὸ ἔσται πολλαπλάσιον.
ἔστω διάστημα τὸ ΒΓ, καὶ γεγενήσθω, ὡς ὁ Γ πρὸς τὸν Β, οὕτως ὁ Β πρὸς τὸν ∠, καὶ ἔστω ὁ ∠ τοῦ Γ πολλα- [*](Numeros, quibus singulae protases distinguantur, omittit M,1 asteriscis et numeris Graecis notat M2.) [*](Figuram habent M1W in protasi III. (exstat enim p. 162,3 post μέσοι in M, post διαστήματος in W linea tipartita cum litteris γ, β, δ. in M μέσοι in ras., post πλείους rasura.) simile diagramma atque ad prot. I M2, numeri tamen ιϚ, η, δ.) [*](8. π.πλάσιος ὁ] Porph, π.πλάσιον τό] codd. 9. τόν (pr.)] τό M. τόν (alt).] τό W. 10. π.πλασίον Μ. 12. μετρεῖ] καὶ add. cod. Γ καὶ τὸν) Porph., Γ///τὸν M, Γ πρὸς τὸν W. 15. συντεθὲν τό] M2, συντεθῆ ὅθεν ὅθεν τό M1W. ποιεῖ W. ποιῇ πολλα νλάσιον M.)
Ἐπιμορίου διαστήματος οὐδεὶς μέσος, οὔτε εἷς οὔτε πλείους, ἀνάλογον ἐμπεσεῖται ἀριθμός.
ἔστω γὰρ ἐπιμόριον διάστημα τὸ ΒΓ· ἐλάχιστοι δὲ ἐν τῷ αὐτῷ λόγῳ τοῖς Β,Γ ἔστωσαν οἷ ∠Ζ, Θ. οὗτοι οὖν ὑπὸ μονάδος μόνης μετροῦνται κοινοῦ μέτρου. ἄφελε ἴσον τῷ Θ τὸν ΗΖ καὶ ἐπεὶ ἐπιμόριός ἐστιν ὁ ∠Ζ τοῦ Θ, ἡ ὑπεροχὴ ὁ ∠Η κοινὸν μέτρον τοῦ τε ∠Ζ καὶ τοῦ Θ ἐστί· μονὰς ἄρα ὁ ∠Η· οὐκ ἄρα ἐμπεσεῖται εἰς τοὺς ∠Ζ, Θ μέσος οὐδείς. ἔσται γὰρ ὁ ἐμπίπτων τοῦ ∠Ζ ἐλάττων, τοῦ δὲ Θ μείζων, ὥστε τὴν μονάδα διαιρεῖσθαι, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐμπεσεῖται εἰς τοὺς ∠Ζ, Θ τις. ὅσοι δὲ εἰς τοὺς ἐλαχίστους μέσοι ἀνάλογον ἐμπίπτουσι, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἀνάλογον ἐμπε- σοῦνται. οὐδεὶς δὲ εἰς τοὺς ∠Ζ, Θ ἐμπεσεῖται, οὐδὲ εἰς τοὺς Β, Γ ἐμπεσειται.
[*](3. ἐμάθομεν. haec quidem verba in Euclidis elementis non inveniuntur (cf. Heiberg, litterargesch. Studien über Euklid, S. 53). Babes tamen in El. VII, 7 haec: ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ [ἑξῆς] ἀνάλογον, ὁ δὲ πρῶτος τὸν ἔσχατον μετρῇ, καὶ τὸν δεύτερον μετρήσει. ex quibus etiam quae hoc loco demonstraturus est Euclides facillime sequuntur.)[*](1. φημὶ δή M4. 2. Γ (alt.)] B W. 3. ἐμάθομεν] W et 3. Porph., ἔμαθον cett. Post ἀριθμοί add. ἐφεξῆς M5 mg. 4. πρῶτος corr. M. μετρῇ] B, μετρεῖ cett. 7. οὐδεὶς μέσος W, μέσοι)Ἐὰν διάστημα μὴ πολλαπλάσιον δὶς συντεθῇ, τὸ ὅλον οὔτε πολλαπλάσιον ἔσται οὔτε ἐπιμόριον.
ἔστω γὰρ διάστημα μὴ πολλαπλάσιον τὸ ΒΓ, καὶ γεγενήσθω, ὡς ὁ Γ πρὸς τὸν Β, ὁ Β πρὸς τὸν ∠· λέγω, ὅτι ὁ ∠ τοῦ Γ οὔτε πολλαπλάσιος οὔτε ἐπιμόριός ἐστιν. ἔστω γὰρ πρῶτον ὁ ∠ τοῦ Γ πολλαπλάσιος. οὐκοῦν ἐμάθομεν, ὅτι, ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον ποιῇ πολλαπλάσιον, καὶ αὐτὸ πολλαπλάσιόν ἐστιν. ἔσται ἄρα ὁ Β τοῦ Γ πολλαπλάσιος. οὐκ ἦν δέ. ἀδύνατον ἄρα τὸν ∠ τοῦ Γ εἶναι πολλαπλάσιον. ἀλλὰ μὴν οὐδʼ ἐπιμόριον. ἐπιμορίου γὰρ διαστήματος μέσος οὐδεὶς ἀνάλογον ἐμπίπτει. εἰς δὲ τοὺς ∠, Γ ἐμπίπτει ὁ Β. ἀδύνατον ἄρα τὸν ∠ τοῦ Γ ἢ πολλαπλάσιον ἢ ἐπιμόριον εἶναι.
Ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον μὴ ποιῇ πολλαπλάσιον, οὐδʼ αὐτὸ ἔσται πολλαπλάσιον.
ἔστω γὰρ διάστημα τὸ ΒΓ, καὶ γεγενήσθω ὡς ὁ Γ πρὸς τὸν Β, ὁ Β πρὸς τὸν ∠, καὶ μὴ ἔστω ὁ ∠ τοῦ Γ πολλαπλάσιος· λέγω, ὅτι οὐδὲ ὁ Β τοῦ Γ ἔσται πολλαπλάσιος. εἰ γάρ ἐστιν ὁ Β τοῦ Γ πολλαπλάσιος, ἔσται ἄρα ὁ ∠ τοῦ Γ πολλαπλάσιος. οὐκ ἔστι δέ. οὐκ ἄρα ὁ Β τοῦ Γ ἔσται πολλαπλάσιος.
[*](2. μή] supra scr. M2. μὴ πολλαπλάσιον] om. W. 3. Post οὔτε (pr.) hab. πολλαπλα supra M. 8 ποιεῖ W. 10. τόν] τό codd. 13. ∠, Γ] N, in ras. M, add. Θ W. τόν] ὁ codd. 14. π.πτλάσιος et ἐπιμόριος codd. 17. πολλαπλάσιον γ |β| δ M1. M2 repetit fig. prop. IV.)Τὸ διπλάσιον διάστημα ἐκ δυο τῶν μεγίστων ἐπιμορίων συνέστηκεν, ἔκ τε τοῦ ἡμιολίου καὶ ἐκ τοῦ ἐπιτρίτου.
ἔστω γὰρ ὁ μὲν ΒΓ τοῦ ∠ ἡμιόλιος, ὁ δὲ ∠Ζ τοῦ Θ ἐπίτριτος· φημὶ τὸν ΒΓ τοῦ Θ διπλάσιον εἶναι. ἀφεῖλον γὰρ ἴσον τῷ Θ τὸν ΖΚ καὶ τῷ ∠Ζ τὸν Γ∠. οὐκοῦν ἐπεὶ ὁ ΒΓ τοῦ ∠Ζ ἡμιόλιος, ὁ ΒΛ ἄρα τοῦ ΒΓ τρίτον μέρος ἐστίν, τοῦ δὲ ∠Ζ ἥμισυ. πάλιν ἐπεὶ ὁ ∠Ζ τοῦ Θ ἐπίτριτός ἐστιν, ὁ ∠Κ τοῦ μὲν ∠Ζ τεταρτημόριον, τοῦ δὲ Θ τριτημόριον. οὐκοῦν ἐπεὶ ὁ ∠Κ τοῦ ∠Ζ ἐστι τεταρτημόριον, ὁ δὲ ΒΛ τοῦ ∠Ζ ἥμισυ, τοῦ ἄρα ΒΛ ἥμισυ ἔσται ὁ ∠Κ. ἦν δὲ ὁ ΒΛ τοῦ ΒΓ τρίτον μέρος· ὁ ἄρα ∠Κ τοῦ ΒΓ ἕκιον μέρος ἐστίν. ἦν δὲ ὁ ∠Κ τοῦ Θ τρίτον μέρος· ὁ ἄρα ΒΓ τοῦ Θ διπλάσιός ἐστιν.
Ἔστω γὰρ ὁ μὲν Α τοῦ Β ἡμιόλιος, ὁ δὲ Β τοῦ Γ ἐπίτριτος· λέγω, ὅτι ὁ Α τοῦ Γ ἐστι διπλάσιος.
Ἐπεὶ γὰρ ἡμιόλιός ἐστιν ὁ Α τοῦ Β, ὁ Α ἄρα ἔχει τὸν Β καὶ τὸ ἥμισυ αὐτοῦ. δύο ἄρα οἱ Α ἴσοι εἰσὶ τρισὶ τοῖς Β. πάλιν ἐπεὶ ὁ Β τοῦ Γ ἐστιν ἐπίτριτος, ὁ Β ἄρα ἔχει τὸν Γ καὶ τὸ τρίτον αὐτοῦ. τρεῖς ἄρα οἱ Β ἴσοι εἰσὶτέτταρσι τοῖς Γ τρεῖς δὲ οἱ Β ἴσοι εἰσὶ δυσὶ τοῖς Α. δύο ἄρα οἱ Α ἴσοι εἰσὶ τέτταρσι τοῖς Γ. ὁ ἄρα Α ἴσος ἐστὶ δυσὶ τοῖς Γ διπλάσιος ἄρα ἐστὶν ὁ Α τοῦ Γ.
[*](2. δύο] om. M1W. 3. ἔκ τε τοῦ τρίτου καὶ ἡμιολίου W. 6. ΖΚ] M3, Ζ M1, β W. ΓΛ] M3W, M1. 7. Post ὑμόλιο add. καὶ ἐκ τοῦ τριπλοῦ καὶ ἐπιτρίτου τὸ τετραπλάσιον ὁμοίως δείκνυται καὶ ἐκ τοῦ τετραπλοῦ καὶ ἐπιτετάρτου τὸ πενταπλοῦν καὶ ἀεὶ ὁμοίως M1W (prim. καί om.), perfodit M2. 9. ἐστιν] ἔσται W. ∠Κ] M3, ∠ M1W, item lin 12 et 13. τεταρτημόριόν ἐστι M3. 11. ΒΛ] (utrumque) M4, B M1; item lin. 12. 12. ΒΓ (pr.)] Β W. 18. ὁ Α (alt)] om. M1W. 19. τὸν ἥμισυν MW. 20. Α] supra scr. M2, om. W. τοῖς Β τρισί W.)Ἐι τοῦ διπλασίου διαστήματος καὶ ἡμιολίου τριπλάσιον διάστημα γίνεται.
ἔστω γὰρ ὁ μὲν Α τοῦ Β διπλάσιος, ὁ δὲ Β τοῦ Γ ἡμιόλιος· λέγω, ὅτι ὁ Α τοῦ Γ ἐστι τριπλάσιος.
ἐπεὶ γὰρ ὁ Α τοῦ Β ἐστι διπλάσιος, ὁ Α ἄρα ἴσος ἐστὶ δυσὶ τοῖς Β. πάλιν ἐπεὶ ὁ Β τοῦ Γ ἐστιν ἡμιόλιος, ὁ Β ἄρα ἔχει τὸν Γ καὶ τὸ ἥμισυ αὐτοῦ. δύο ἄρα οἱ Β ἴσσι εἰσὶ τρισὶ τοῖς Γ. δύο δὲ οἱ Β ἴσοι εἰσὶ τῷ Α. καὶ ὁ Α ἄρα ἴσος ἐστὶ τρισὶ τοῖς Γ. τριπλάσιος ἄρα ἐστὶν ὁ Α τοῦ Γ.
Ἐὰν ἀπὸ ἡμιολίου διαστήματος ἐπίτριτον διάστημα ἀφαιρεθῇ, τὸ λοιπὸν καταλείπεται ἐπόγδοον.
ἔστω γὰρ ὁ μὲν Α τοῦ Β ἡμιόλιος, ὁ δὲ Γ τοῦ Β ἐπίτριτος· λέγω, ὅτι ὁ Α τοῦ Γ ἐστὶν ἐπόγδοος.
ἐπεὶ γὰρ ὁ Α τοῦ Β ἐστιν ἡμιόλιος, ὁ Α ἄρα ἔχει τὸν Β καὶ τὸ ἥμισυ αὐτοῦ. ὀκτὼ ἄρα οἱ Α ἴσοι εἰσὶ δώδεκα τοῖς Β. πάλιν ἐπεὶ ὁ Γ τοῦ Β ἐστὶν ἐπίτριτος, ὁ Γ ἄρα ἔχει τὸν Β καὶ τὸ τρίτον αὐτοῦ. ἐννέα ἄρα οἱ Γ ἴσοι εἰσὶ δώδεκα τοῖς Β, δώδεκα δὲ οἱ Β ἴσοι εἰσὶν ὀκτὼ τοῖς Α· ὀκτὼ ἄρα οἱ Α ἴσοι εἰσὶν ἐννέα τοῖς Γ. ὁ Α ἄρα ἴσος ἐστὶ τῷ Γ καὶ τῷ ὀγδόῳ αὐτοῦ ὁ Α ἄρα τοῦ Γ ἐστιν ἐπόγδοος.
[*](5. ὁ] om. W. 8. Α ἄρα] W, ἄρα Α M2, Α om. M1. 9. ὁ Β ἄρα] ἄρα ὁ Β codd., Pena, Meibom, Ian. 10. τὸν ἥμισον W. 11. δύο — 12. Γ] om. W. 11. Α] add. M2. 16. ἐπόγδοον] M2, τὸ ὄγδοον W. 17. ὁ (alt.) — 19. ἡμιόλιος] om. W. 17. Γ] M2, τρίτος M1. Β] M2. in ras. 19. ὁ ἄρα Α M1. 20. Α] ∠ W. δωδεκάτοις Β W. 21. τοῖς Β] in ras. M2. 22. οἱ Γ] supra scr. M2. 23. δώδεκα (alt.) — 24. τοῖς Α] om. W. 23. δέ] M3. 24. Α (pr. et alt.)] ∠ M1. Γ] in)Τὰ ἓξ ἐπόγδοα διαστήματα μείζονά ἐστι διαστήματος ἑνὸς διπλασίου.
ἔστω γὰρ εἶς ἀριθμὸς ὁ Α. καὶ τοῦ μὲν Α ἐπόγδοος ἔστω ὁ Β, τοῦ δὲ Β ἐπόγδοος ὁ Γ. τοῦ δὲ Γ ἐπόγδοος ὁ ∠, τοῦ δὲ ∠ ἐπόγδοος ὁ Ε, τοῦ Κ ἐπόγδοος ὁ Ζ, τοῦ ἐπόγδοος ὁ Η λέγω, ὅτι ὁ Η τοῦ Α μείζων ἐστὶν ἢ διπλάσιος.
ἐπεὶ ἐμάθομεν εὑρεῖν ἑπτὰ ἀριθμοὺς ἐπογδόους ἀλλήλων, εὑρήσθωσαν οἱ Α, Β, Γ, ∠, Ε, Ζ, Η, καὶ γίνεται ὁ μὲν Α κϚ μύρια ‚βρμδ,
ὁ δὲ Β κθ μύρια ‚δϠιβ,
ὁ δὲ Γ λγ μύρια ‚αψοϚ,
ὁ δὲ ∠ λζ μύρια ‚γσμη,
ὁ δὲ Ε μα μύρια ‚θϠδ,
ὁ δὲ Ζ μζ μύρια ‚βτϞβ,
ὁ δὲ Η νγ μύρια ‚αυμα, καί ἔστιν ὁ τοῦ Α μείζων ἢ διπλάσιος.
Τὸ διὰ πασῶν διάστημά ἐσει πολλαπλάσιον.
ἔστω γὰρ νήτη μὲν ὑπερβολαίων ὁ Α, μέση δὲ ὁ Β, προσλαμβανόμενος δὲ ὁ Γ. τὸ ἄρα ΑΓ διάστημα δὶς διὰ πασῶν ὄν ἐστι σύμφωνον. ἤτοι οὖν ἐπιμόριόν ἐστιν ἢ πολλαπλάσιον. ἐπιμόριον μὲν οὐκ ἔστιν· ἐπιμορίου γὰρ διαστήματος μέσος οὐδεὶς ἀνάλογον ἐμπίπτει· πολλαπλάσιον ἄρα ἐστίν. ἐπεὶ οὖν δύο ἴσα διαστήματα τὰ ΑΒ, ΒΓ συντεθέντα ποιεῖ πολλαπλάσιον τὸ ὅλον, καὶ τὸ ΑΒ ἄρα ἐστὶ πολλαπλάσιον.
[*](2. ἐστι] εἰσι W. 9 Post ἀριθμούς add. ἐφεξῆς M3. 11. M codd., item in seqq. (κ Ϛ M2). 12. Ϡ] ↑ M; item lin. 15, τ W. 13. λγ et ‚α add. M2. 14 Numeros add. M2. 15. μα] M2. Ϡ] ψ W. ‚αυ] M2. 18. διπλάσιος] α| β| γ| δ| ε| ζ| η add M1, ια ιβ ιγ ιδ ιζ ιη W. 23. ὄν] M4, ὢν M1. ἤ] ἡ M. 26. ἴσα] Meibom, om. codd τά] om. W. 28. ἐστί — p. 178 lin. 10 τρίτη] om. W; mg. m. 2 λείπει ὧδε.)Τὸ διὰ τεσσάρων διάστημα καὶ τὸ διὰ πέντε ἑκάτερον ἐπιμόριόν ἐστιν.
ἔστω γὰρ νήτη μὲν συνημμένων ὁ Α, μέση δὲ ὁ Β, ὑπάτη δὲ μέσων ὁ Γ. τὸ ἄρα ΑΓ διάστημα δὶς διὰ τεσσάρων ὄν ἐστι διάφωνον· οὐκ ἄρα ἐστὶ πολλαπλάσιον. ἐπεὶ οὖν δύο διαστήματα ἴσα τὰ ΑΒ, ΒΓ συντεθέντα τὸ ὅλον μὴ ποιεῖ πολλαπλάσιον, οὐδὲ ἄρα τὸ ΑΒ ἐστι πολλαπλάσιον. καί ἐστι σύμφωνον· ἐπιμόριον ἄρα. ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ ἐπὶ τοῦ διὰ πέντε.
Τὸ διὰ πασῶν διάστημά ἐστι διπλάσιον.
ἐδείξαμεν γὰρ αὐτὸ πολλαπλάσιον. οὐκοῦν ἤτοι διπλάσιόν ἐστιν — ἢ μεῖζον ἢ διπλάσιον. ἀλλʼ ἐπεὶ ἐδείξαμεν τὸ διπλάσιον διάστημα ἐκ δύο τῶν μεγίστων ἐπιμορίων συγκείμενον, ὥστε, εἰ ἔσται τὸ διὰ πασῶν μεῖζον διπλασίου, οὐ συγκείσεται ἐκ δύο μόνων ἐπιμορίων, ἀλλʼ ἐκ πλειόνων, — σύγκειται δὲ ἐκ δύο συμφώνων διαστημάτων, ἔκ τε τοῦ διὰ πέντε καὶ τοῦ διὰ τεσσάρων, οὐκ ἄρα ἔσται τὸ διὰ πασῶν μεῖζον διπλασίου. διπλάσιον ἄρα.
ἀλλʼ ἐπειδὴ τὸ διὰ πασῶν ἐστι διπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τῶν μεγίστων ἐπιμορίων δύο συνέστηκε, καὶ τὸ διὰ πασῶν ἄρα ἐξ ἡμιολίου καὶ ἐπιτρίτου συνέστηκε· ταῦτα γὰρ μέγιστα. συνέστηκε δὲ ἐκ τοῦ διὰ πέντε καὶ ἐκ τοῦ διὰ τεσσάρων, ὄντων ἐπιμορίων· τὸ μὲν ἄρα διὰ πέντε, ἐπειδὴ μεῖζόν ἐστιν, ἡμιόλιον ἂν εἴη, τὸ δὲ διὰ τεσσάρων ἐπίτριτον.
[*](1. ια΄] V, ιβ΄ M2, nec iam sequuntur protaseon numeri in codd. 5. δίς] supra scr. M2. 6. ὄν] M2 ex ὤν. 13. αὐτό] αὐτῶ M. 25. δέ] Porph., γάρ codd. Post ἐκ insert. τε M4.)φανερὸν δή, ὅτι καὶ τὸ διὰ πέντε καὶ διὰ πασῶν τριπλάσιόν ἐστιν. ἐδείξαμεν γάρ, ὅτι ἐκ διπλασίου διαστήματος καὶ ἡμιολίου τριπλάσιον διάστημα γίνεται, ὥστε καὶ τὸ διὰ πασῶν καὶ τὸ διὰ πέντε τριπλάσιον.
τὸ δὲ δὶς διὰ πασῶν τετραπλάσιόν ἐστιν. ἀποδέδεικται ἄρα τῶν συμφώνων ἕκαστον, ἐν τίσι λόγοις ἔχει τοὺς περιέχοντας φθόγγους πρὸς ἀλλήλους.
Λοιπὸν δὴ περὶ τοῦ τονιαίου διαστήματος διελθεῖν, ὅτι ἐστὶν ἐπόγδοον.
ἐμάθομεν γάρ, ὅτι, ἐὰν ἀπὸ ἡμιολίου διαστήματος ἐπίτριτον διάστημα ἀφαιρεθῇ, τὸ λοιπὸν καταλείπεται ἐπόγδοον. ἐὰν δὲ ἀπὸ τοῦ διὰ πέντε τὸ διὰ τεσσάρων ἀφαιρεθῇ, τὸ λοιπὸν τονιαῖόν ἐστι διάστημα· τὸ ἄρα τονιαῖον διάστημά ἐστιν ἐπόγδοον.
Τὸ διὰ πασῶν ἔλαττον ἢ ἓξ τόνων.
δέδεικται γὰρ τὸ μὲν διὰ πασῶν διπλάσιον, ὁ δὲ τόνος ἐπόγδοος· τὰ δὲ ἓξ ἐπόγδοα διαστήματα μείζονα διαστήματός ἐστι διπλασίου. τὸ ἄρα διὰ πασῶν ἔλαττόν ἐστιν ἓξ τόνων.
Τὸ διὰ τεσσάρων ἔλαττον δύο τόνων καὶ ἡμιτονίου. καὶ τὸ διὰ πέντε ἔλαττον τριῶν τόνων καὶ ἡμιτονίου.
ἔστω γὰρ νήτη μὲν διεζευγμένων ὁ Β, παραμέση δὲ ὁ Γ, μέση δὲ ὁ ∠, ὑπάτη δὲ μέσων ὁ Ζ. οὐκοῦν τὸ μὲν [*](6. Post ἄρα add. ὅτι M2. ἕκαστον] ex ἕκτον corr. M2. λόγοις] -οις om. in fine lin. M. 9. δή] B, δεῖ M. 10. ἐπόγ δοον] δ in ras M. 11. ἐάν] ἐὰν μέν in ras. M3. 17. Pos ἔλαττον add. ἐστιν M3.)
Ὁ τόνος οὐ διαιρεθήσεται εἰς δύο ἴσα οὔτε εἰς πλείω.
ἐδείχθη γὰρ ὢν ἐπιμόριος· ἐπιμορίου δὲ διαστήματος μέσοι οὔτε πλείους οὔτε εἷς ἀνάλογον ἐμπίπτουσιν. οὔκ ἄρα διαιρεθήσεται ὁ τόνος εἰς ἴσα.
Αἱ παρανῆται καὶ αἱ λιχανοὶ ληφθήσονται διὰ συμφωνίας οὕτως. ἔστω γὰρ μέση ὁ Β. ἐπιτετάσθω διὰ τεσσάρων ἐπὶ τὸ Γ, καὶ ἀπὸ τοῦ Γ ἀνείσθω διὰ πέντε ἐπὶ τὸ ∠. τόνος ἄρα ὁ Β∠. πάλιν δὲ ἀπὸ τοῦ ∠ διὰ τεσσάρων ἐπιτετάσθω ἐπὶ τὸ Ε, καὶ ἀπὸ τοῦ Ε ἀνείσθω ἐπὶ τὸ Ζ διὰ πέντε. τόνος ἄρα τὸ Ζ∠. δίτονος ἄρα τὸ ΖΒ. λιχανὸς ἄρα τὸ Ζ. ὁμοίως ἂν καὶ αἱ παρανῆται ληφθήσονται.
Αἱ παρυπάται καὶ αἱ τρίται οὐ διαιροῦσι τὸ πυκνὸν εἰς ἴσα.
[*](1. ἔλαττον] add. ἐστὶν M⁴ supra. 4. ὅ] ὄν M4, item lin. 8. ἴσα] Jan, ἴσους codd. (cf. lin. 26). πλείω] Porph., πλείους codd. 9. ὤν] M4, ὄν M1. 10 μέσοι] N, om. M. 18. ∠] M3, τέταρτον M1. 21. Ζ∠] M3, Z M1. δίτονος] M5, διάτονος M1.)ἔστω γὰρ μέση μὲν ὁ Β, λιχανὸς ὁ Γ. ὑπάτη δὲ ὁ ∠. ἀνείσθω ἀπὸ τοῦ Β διὰ πέντε ἐπὶ τὸ Ζ. τόνος ἄρα ὁ Ζ∠. καὶ ἀπὸ τοῦ Ζ διὰ τεσσάρων ἐπιτετάσθω ἐπὶ τὸ Ε. τόνος ἐστὶν ἄρα τὸ Ζ∠ διάστημα καὶ τὸ ΒΕ. κοινὸν προσκείσθω τὸ ∠Γ. τὸ ἄρα ΖΕ ἴσον ἐστὶ τῷ ∠Β. διὰ τεσσάρων δὲ τὸ ΖΕ οὐκ ἄρα μέσος ἀνάλογον ἐμπίπτει τις τῶν ΖΕ· ἐπιμόριον γὰρ τὸ διάστημα. καί ἐστιν ἴσος ὁ ∠Β τῷ ΖΕ· οὐκ ἄρα τοῦ ∠Γ μέσος ἐμπεσεῖται, ὅ ἐστιν ἀπὸ ὑπάτης ἐπὶ λιχανόν. οὐκ ἄρα ἡ παρυπάτη διελεῖ τὸ πυκνὸν εἰς ἴσα. ὁμοίως οὐδὲ ἡ τρίτη.
Τὸν κανόνα καταγράψαι κατὰ τὸ καλούμενον ἀμετάβολον σύστημα.
ἔστω τοῦ κανόνος μῆκος, ὃ καὶ τῆς χορδῆς, τὸ ΑΒ, καὶ διῃρήσθω εἰς τέσσαρα ἴσα κατὰ τὰ Γ, ∠, Ε. ἔσται ἄρα ὁ ΒΑ βαρύτατος ὢν φθόγγος βόμβυξ. οὗτος δὲ ὁ ΑΒ τοῦ ΓΒ ἐπίτριτός ἐστιν, ὥστε ὁ ΓΒ τῷ ΑΒ συμφωνήσει διὰ τεσσάρων ἐπὶ τὴν ὀξύτητα. καί ἐστιν ὁ ΑΒ προσλαμβανόμενος· ὁ ἄρα ΓΒ ἔσται ὑπάτων διάτονος. πάλιν ἐπεὶ ὁ ΑΒ τοῦ Β∠ ἐστι διπλοῦς, συμφωνήσει τῇ διὰ πα- [*](4. καὶ] supra add. M2. ΒΕ] Jan, ΓΕ codd. προσκείσθω Meib., προκείσθω codd. 5. ΖΕ] Jan, ΖΓ codd. ∠Β] Jan ∠Ε codd. 7. ἐπιμόριον] M2, ἐπιμόριος M1. 8. ∠Β τῷ ΖΕ Jan, ∠Ζ τῷ ΓΕ add. 15. διῃρήσθω] διαιρείσθω W. κατά om. W. 16. ὤν] M3W, ὧν M1. 18. Ante διά add. τῇ M5. 19. ΓΒ] ΒΓ W. ὑπάτων] M1, ὑπατῶν M3W, καὶ πάλιν W 20. διπλοῦς] διπλάσιος M3.)
Λοιπὸν δὴ τοὺς φερομένους λαβεῖν.
ἔτεμον τὸν ΚΕ εἰς ὀκτὼ καὶ ἑνὶ αὐτῶν ἴσον ἔθηκα τὸν ΕΜ, ὥστε τὸν ΜΒ τοῦ ΕΒ γενέσθαι ἐπόγδοον. καὶ πάλιν διελὼν τὸν ΜΒ εἰς ὀκτὼ ἑνὶ αὐτῶν ἴσον ἔθηκα τὸν ΝΜ τόνῳ ἄρα βαρύτερος ἔσται ὁ ΝΒ τοῦ ΒΜ, ὁ δὲ ΜΒ τοῦ ΒΕ, ὥστε ἔσται μὲν ὁ ΝΒ τρίτη ὑπερβολαίων, ὁ δὲ ΜΒ ὑπερβολαίων διάτονος. ἔλαβον τοῦ ΝΒ τρίτον μέρος καὶ ἔθηκα τὸν ΝΞ, ὥστε τὸν ΞΒ τοῦ ΝΒ εἶναι ἐπίτριτον καὶ διὰ τεσσάρων συμφωνεῖν ἐπὶ τὴν βαρύτητα καὶ γενέσθαι τὸν ΞΒ τρίτην διεζευγμένων. πάλιν τοῦ ΞΒ λαβὼν ἥμισυ μέρος ἔθηκα τὸν ΞΟ, ὥστε διὰ πέντε συμφωνεῖν τὸν ΟΒ πρὸς τὸν ΞΒ ὁ ἄρα ΟΒ ἔσται παρυπάτη μέσων. καὶ τῷ ΞΟ ἴσον ἔθηκα τὸν ΟΠ, ὥστε γενέσθαι τὸν ΠΒ παρυπάτην ὑπάτων. ἕλαβον δὴ τοῦ ΒΓ τέταρτον μέρος τὸν ΓΡ, ὥστε γενέσθαι τὸν ΡΒ μέσων διάτονον
[*](2. ἔτεμον] add. γάρ M5. 8. ΗΒ (pr.)] ὁ ΗΒ M1. 10. τοῦ W, τόν M1. 14. ἑστῶτες] Bojesen (De harmonica scientia Grae.)προσλαμβανόμενος Α
ὑπάτη ὑπάτων Λ
παρυ. ὑπάτων Π
λιχανὸς ὑπάτων Ι
ὑπάτη μέσων Θ
παρυπάτη μέσων Ο
λιχανὸς μέσων Ρ
Μέση ∠
παραμέση Κ
τρίτη διεζευγμένων Ξ
παρανήτη διεζευγμένων 〈Ζ〉
νήτη διεζευγμένων Η
τρίτη ὑπερβολαίων Ν
παρανήτη ὑπερβολαίων Μ
νήτη ὑπερβολαίων Ε