Catoptrica (recensio Theonis?)
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν τὴν ἐκ τοῦ κέντρου δίχα τεμὼν καὶ πρὸς ὀρθὰς ἀγαγὼν θῇς τὰ ὄμματα ἴσον ἀπέχοντα τῆς ἐκ τοῦ κέντρου, θῇς δὲ ἢ ἀνὰ μέσον τῆς διαμέτρου καὶ τῆς πρὸς ὀρθὰς ἢ ἐπʼ αὐτῆς τῆς πρὸς ὀρθάς, οὐδέτερον τῶν ὀμμάτων φαίνεται.
ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ∠, διάμετρος δὲ ἡ Α∠, κέντρον δὲ τὸ Κ, καὶ ἡ πρὸς ὀρθὰς ἡ ΚΓ δίχα τετμήσθω κατὰ τὸ Π, πρὸς ὀρθὰς δὲ αὐτῇ ἔστω ἡ ΕΠΖ, καὶ ὄμματα τὰ Β, Θ μεταξὺ κείμενα τῆς τε διαμέτρου τῆς Α∠ καὶ τῆς ΕΖ ἐν παραλλήλοις ταῖς ΕΖ, ΒΘ ἴσον ἀπέχοντα τῆς ΚΓ, ὄψις δὲ ἔστω ἡ ΒΓ ἀνακλωμένη ἐπὶ τὸ Θ ἴσας γὰρ ποιεῖ γωνίας πρὸς τῇ περιφερείᾳ διὰ τὸ παράλληλον εἶναι τὴν ΖΕ τῇ ΒΘ καὶ ἴσην τὴν ΒΝ τῇ ΝΘ. καὶ ἐπιζευχθεῖσαι αἱ ΚΒ, ΚΘ ἐκβεβλήσθωσαν, ἐκβεβλήσθω δὲ καὶ ἡ ΓΒ ἐπὶ τὸ Φ. καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ΒΓ τῆς Β Κ, μείζων ἐστὶν ἡ Ρ γωνία τῆς Ι. ὥστε καὶ ἡ ὑπὸ ΓΒΘ μείζων τῆς ὑπὸ ΘΒΚ, τουτέστι τῆς ὑπὸ ΒΘΚ. οὐκ ἄρα συμπεσεῖται ἡ ΒΓ τῇ ΚΘ. οὐκ ἄρα ὀφθήσεται τὸ Θ κατὰ γὰρ τὴν συμβολὴν φαίνεται τῶν ΒΓ, ΚΘ.
ἔστω πάλιν τὰ αὐτὰ τῇ ἐπάνω, τὰ δὲ Β, Θ ὄμματα ἔστωσαν ἐπὶ τῆς δίχα καὶ πρὸς ὀρθὰς τεμνούσης τὴν [*](1. κηʹ] λε΄ Vv. 3. δίχα] πρὸς ὀρθὰς οὖσαν τῇ διαμέτρῳ δίχα m. ἀγαγών] ἀγαγὼν εὐθεῖαν m. τά] corr. ex τό m. 1 M. 4. ἴσον] μεταξὺ τῆς τε διαχθείσης καὶ τοῦ κέντρου ἴσον m. θῇς — 5. ὀρθάς] om. m. 6. πρὸς ὀρθάς] διαχθείσης m. φαίνεται] φανεῖται m. 8. ἡ (pr.)] om. m. ἡ ΚΓ δίχα] τῇ Α∠ ἡ ΚΓ καί m. 9. κατά] ἡ ΚΓ δίχα κατά m.) [*](πρός — ἔστω] καὶ διὰ τοῦ Π διήχθω τῇ ΚΓ πρὸς ὀρθάς m.) [*](αὐτῇ] αὐτῆς M v. 10. κείμενα] κείσθω m, ἠγμένα M. διαμέτρου — 11. ΕΖ (pr.)] ΕΖ καὶ τοῦ Κ κέντρου m. 13. ἴσας] corr. ex ἴας m. 2 V. 14. εἶναι] om. M. 15. ΒΝ] BΗ m.)
ἔστω πάλιν τὰ αὐτά, τῆς δὲ διχοτομίας ἀνωτέρω κείσθω τὰ ὄμματα τὰ Β, Γ ἴσον ἀπέχοντα τῆς ἐκ τοῦ κέντρου τῆς Ζ Α. φημὶ δὴ φαίνεσθαι τὰ Β, Γ καὶ τὰ δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ καὶ τὸ εἴδωλον μεῖζον τοῦ προσώπου καὶ τὸ ἀπόστημα ἀπὸ τοῦ ἐνόπτρου ἔχον μεῖζον τὸ εἴδωλον. ἔστω γὰρ ἡ ΒΑ ὄψις ἀνακλωμένη, καὶ ἐπεζεύχθωσαν ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Β, Γ αἱ ΖΒ, ΖΓ, καὶ ἐκβεβλήσθω ἡ ΒΑ. ἐπεὶ οὖν διχοτομία ἐστὶ τὸ Ν, μείζων ἐστὶν ἡ ΒΖ τῆς ΒΑ καὶ ἡ Κ γωνία τῆς Ε. ἴση δὲ ἡ Κ τῇ ∠· μείζων ἄρα καὶ ἡ ∠ τῆς Ε. συμπεσοῦνται ἄρα αἱ ΖΒ, ΓΑ ἐκβληθεῖσαι. συμπιπτέτωσαν κατὰ τὸ Π. διὰ τὰ αὐτὰ δὴ καὶ αἱ ΒΑ, ΖΓ συμπεσοῦνται κατὰ τὸ Θ. ὀφθήσεται ἄρα τὸ μὲν Γ ἐπὶ τοῦ Θ, τὸ δὲ Β ἐπὶ τοῦ Π, καὶ φαίνεται τὰ μὲν δεξιὰ ἀριστερά, τὰ δὲ ἀριστερὰ δεξιά. ἀλλὰ μὴν καὶ μείζων ἡ ΘΠ τῆς ΒΙ παράλληλοι γάρ [*](1. ἐπί] om. m. τῆς] τά M. ἴση] ἴση ἐστίν m. 2. τῇ (utr.)] τῆς M. Post δέ del. τό v. ΖΘ] ΓΖ m. 4. τουτέστιν V, comp. v ΖΘ] ΖΘΕ M. 6 τῶν] corr. ex τω m. 1 V. 7. κθ΄ m, λζ΄ V v. 11 ἀπό] ὃ ἀπέχει τὸ εἴδωλον m. 12. ἔχον] corr. ex ἔχων v, om. m. τὸ εἴδωλον] τοῦ ἀποστήματος, οὗ ἀπέχει τὸ πρόσωπον m. 15. ἐστί] ἐστίν V v.) [*](Ν] M v m. μεῖζον v. ΒΖ] ΖΒ M m. 16. Κ (pr.)] ὑπὸ Β Α Ζ m. Ε] ὑπὸ ΒΖ m. ἡ Κ (alt.) — 17. Ε] τῇ μὲν ὑπὸ Β ΑΖ ἡ ὑπὸ ΓΑΖ, τῇ δὲ ὑπὸ ΒΖΑ ἡ ὑπὸ ΓΖΑ, ὅλη ἄρα ἡ ὑπὸ Β ΑΓ ὅλης τῆς ὑπὸ ΒΖΓ μείζων ἐστί m. 16. τῇ] corr.)
ἐὰν δὲ ἔξω τῆς διαμέτρου τεθῇ τὰ ὄμματα, τὰ δεξιὰ φαίνεται δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ καὶ τὸ εἴδωλον ἔλασσον τοῦ προσώπου καὶ ἐν τῷ ἀνὰ μέσον τοῦ προσώπου καὶ τοῦ ἐνόπτρου.
ἔστω γὰρ ὄμματα τὰ Β, Γ, κέντρον δὲ τὸ Ζ τοῦ ἐνόπτρου, καὶ τῇ διαμέτρῳ πρὸς ὀρθὰς ἔστω ἡ Α Ζ ∠, καὶ ταύτῃ πρὸς ὀρθὰς ἡ ΒΓ, καὶ ἴση τῇ ΒΑ ἔστω ἡ ΑΓ. καὶ ὄψις ἡ Β∠ ἀνακλωμένη ἐπὶ τὸ Γ καὶ διὰ τοῦ κέντρου αἱ ΒΖΚ, ΓΖΕ, καὶ ἀπὸ τῶν Ε, Κ ἡ ΚΕ ἐπεζεύχθω. οὐκοῦν τὸ μὲν Β ἐπὶ τοῦ Κ φαίνεται, τὸ δὲ Γ ἐπὶ τοῦ Ε. τὰ ἄρα δεξιὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ φαίνεται καὶ τὸ ΕΚ εἴδωλον ἔλασσον τοῦ ΒΓ προσώπου· παράλληλος γάρ ἐστιν ἡ ΕΚ τῇ ΒΓ· καὶ ἀνὰ μέσον τοῦ ἐνόπτρου καὶ τοῦ προσώπου φαίνεται τὸ εἴδωλον.
ἀναγομένου δὲ τοῦ προσώπου ἔτι ἔλασσον φαίνεται τὸ εἴδωλον. ἔστω γὰρ τὸ ΜΝ πρόσωπον τὸ αὐτὸ τῷ ΒΓ ἀφεστηκὸς ἀπὸ τοῦ ΒΓ κείμενον ὁμοίως. οὐκοῦν [*](1. εἰσι M m. 2. μεῖζον v. 3. λ΄ m, λη΄ V v. 4 δεξιὰ φαίνεται m. 5. ἔλαττον M. μέσον μέσῳ V v.) [*](7. τοῦ ἐνόπτρου τὸ Ζ m. 8. Α Ζ ∠] Α∠ V, sed corr. m. 1. 9. τῇ Β ἴση m. 11. BΖΚ] ΒΖΕ M. ἀπό — ΚΕ] om. m. ἐπεζεύχθω ἡ ΕΚ m. 12. Β] Γ m.) [*](τοῦ] corr. ex τό M. Κ] Ε 15. 13. Γ] Β m. καί] φαίνεται καί m. 14. φαίνεται] om. m. 18. ἔλαττον M. 20. BΓ (alt.)] ΒΓ καί m. οὐκοῦν] ὀκοῦν V, corr.)