Opticorum recensio Theonis

Euclid

Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.

Ἔστι τις τόπος, οὗ τοῦ ὄμματος μένοντος, τοῦ δὲ ὁρωμένου μεθισταμένου, ἴσον ἀεὶ τὸ ὁρώμενον φαίνεται.

ἔστω γὰρ ὁρώμενον μὲν τὸ ΒΓ. ὄμμα δὲ τὸ Ζ, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΓ, ΖΒ, καὶ περιειλήξθω τὸ ΖΒΓ τρίγωνον κύκλῳ τῷ ∠Β Ζ. λέγω, ὅτι τὸ ΒΓ μεθιστάμενον ἐπὶ τῆς τοῦ γραφέντος κύκλου περιφερείας ἴσον ἀεὶ ὁραθήσεται. μετακείσθω γὰρ τὸ ΒΓ ἐπὶ τοῦ Γ∠, καὶ ἐπεζεύχθω ἡ ∠Ζ. οὐκοῦν ἴση ἐστὶν ἡ ΒΓ περιφέρεια τῇ Γ∠ περιφερείᾳ. ἴση ἄρα καὶ ἡ ἔ γωνία τῇ Σ γωνίᾳ. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται. ἴσον ἄρα φαίνεται τὸ ΒΓ τῷ Γ∠.

[*](2. ὑπό (sec.)] ὑ- in ras. m. 1 V. 3 μείζων (utrumque)] μεῖζον v. ΓΕΑ] τὴν v (inter Γ Α ras. 1 litt.). 9. ὑπὸ ∠ΕΖ] ∠ΕΖ p. 12. μα΄] μη΄ p; μζ΄ V v m. 1; με΄ v m. 2. 13. μένωντος v, sed corr. 15. Post Ζ eras. ∠ V.)[*](17. ΖΒΓ] ΒΖΓ p. 18. ἐπί] ἐ- im extr. lin. v. 21. τᾖ] τῆς V. περιφερείᾳ] -σ add. m. rec. V. 22. Post ἡ eras. η V. τῇ] τῆς p. γωνίᾳ] γωνίας p. ἴσον ἄρα φαίνεται τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται v, corr. m. 2 litteris αβγ adpositis. ὑπό] ὑπὸ τῶν p. 23. τό] τῷ v. Γ∠] Γ supra scr. m. 1 V.)
228

Ἔστι τις τόπος, οὗ τοῦ ὄμματος μεθισταμένου, τοῦ δὲ ὁρωμένου μένοντος, ἀεὶ ἴσον τὸ ὁρώμενον φαίνεται.

ἔστω γὰρ ὁρώμενον μὲν τὸ ΒΓ. ὄμμα δὲ τὸ Ζ, ἀφ᾿ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ,καὶ περιειλήφθω τὸ ΒΖΓ τρίγωνον τμήματι κύκλου τῷ Β Ζ Γ, καὶ μετακείσθω τὸ ὄμμα ἐπὶ τοῦ ∠, καὶ μεταπιπτέτωσαν αἱ ἀκτῖνες αἱ ∠Β, ∠Γ. οὐκοῦν ἴση ἡ Ρ γωνία τῇ Σ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσι. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται. ἴσον ἄρα τὸ ΒΓ διὰ παντὸς φαίνεται τοῦ ὄμματος μεθισταμένου ἐπὶ τῆς ΒΓ∠ περιφερείας.