Opticorum recensio Theonis
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
Τὸ δοθὲν μῆκος ἐπιγνῶναι, πηλίκον ἐστίν. ἔστω γάρ, ὃ δεῖ μῆκος ἐπιγνῶναι, πηλίκον ἐστίν, τὸ ΒΓ. κείσθω δὴ ὄμμα τὸ ∠, ἀφʼ οὗ προσπιπτέτωσαν σαν ἀκτῖνες αἱ ∠Β, ∠Γ, καὶ ἀπὸ τοῦ ἤχθω παρὰ τὴν ΒΓ ἡ ΖΚ. οὐκοῦν ἐστιν, ὡς ἡ ΖΚ πρὸς Κ∠, ἡ ΒΓ πρὸς Γ∠. γνώριμος δὲ ὁ τῆς Ζ Κ πρὸς Κ∠ λόγος· γνώριμος ἄρα καὶ ὁ τῆς ΒΓ πρὸς Γ∠ λόγος. καὶ γνώριμος ἡ Γ∠ γνώριμος ἄρα καὶ ἡ ΓΒ.
[*](3. ἐστίν] ἐστί V p 4 KB] corr ex Κ v. προσπιπτέτο πιπτέτο v. 5 τὸ βάθος] mut in τὸ πέρας τοῦ βάθους m. rec V. 6. Supra παρά add ἤτοι παράλληλος m. rec. V.)Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐν ᾧ τὸ ὄμμα, κύκλου περιφέρεια τεθῇ, εὐθεῖα γραμμὴ ἡ τοῦ κύκλου περιφέρεια φανεῖται.
ἔστω γὰρ περιφέρεια ἡ ΒΓ. ὄμμα δὲ τὸ ∠ ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὄν τῇ ΒΓ περιφερείᾳ, ἀφʼ οὐ προσπιπτέτωσαν ὅψεις αἱ ∠Β, Ζ∠, ∠Γ. οὐκοῦν, ἐπεὶ τῶν ὁρωμένων οὐδὲν ἅμα ὁρᾶται, οὐκ ἂν φαίνοιτο ἡ ΖΒ περιφέρεια, τὰ δὲ Ζ, Β πέρατα. δόξει ἄρα ἡ ΖΒ περιφέρεια εὐθεῖα εἶναι. ὁμοίως δὲ καὶ ἡ ΖΓ. ὅλη ἄρα ἡ ΒΓ περιφέρεια εὐθεῖα δόξει εἶναι.