Opticorum recensio Theonis
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
Ὅσα ἀλλήλων ὑπερέχει τοῦ ὄμματος ἐπʼ εὐθείας τῷ ἐλάσσονι μεγέθει ὄντος, προσιόντος τε καὶ ἀφιστα μένου τοῦ ὄμματος τῷ ἴσῳ αἰεὶ δόξει τὸ ὑπερφαινό μενον τοῦ ἐλάσσονος ὑπερέχειν.
ὑπερεχέτω γὰρ τὸ Β ∠ τοῦ ΘΗ τῷ ΒΓ, καὶ ἐπιζευχθεῖσα ἡ ΓΘ ἐκβεβλήσθω, καὶ ἔστω τὸ ὄμμα ἐπὶ τοῦ Ζ. οὐκοῦν ἡ ἀπὸ τοῦ ἀκτὶς προσπίπτουσα κατὰ τὴν ΖΓ ἐνεχθήσεται. πάλιν δὴ μετακείσθω τὸ ὄμμα ἐπὶ τοῦ Κ. οὐκοῦν διὰ τὰ αὐτὰ ἡ ἀπὸ τοῦ Κ ὄμματος ἀκτὶς προσπίπτουσα κατὰ τὴν ΚΓ ἐνεχθήσεται. τῷ αὐτῷ ἄρα ὑπερέξει τὸ Β∠ τοῦ ΘΗ καὶ προσιόντος τοῦ ὄμματος καὶ ἀφισταμένου.
Τὸ δοθὲν ὕψος γνῶναι, πόσον ἐστίν.
ἔστω γάρ, ὃ δεῖ ἐπιγνῶναι ὕψος, πόσον ἐστί, τὸ ΒΓ, καὶ προσπιπτέτω ἀκτὶς ἡλίου διὰ τοῦ Β ἡ Β∠ [*](4. δή] δέ v προσπιπτέτω] -σπ- in ras. V. 7. ἔλαττον v 11 μεγέθη v. ὄντως v, sed corr 15. ΘΗ] ΘΗ V v ΘΝ p 16. ΓΘ] in ras m. 1 V. 23. ΘΗ] ΘΗ V v.)