Optica

Euclid

Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.

Τοῦ ὁρωμένου μένοντος, τοῦ δὲ ὄμματος μεθισταμένου κατ᾿ εὐθεῖαν γραμμὴν πλαγίαν πρὸς τὸ ὁρώμενον μέγεθος οὖσαν ποτὲ μὲν ἴσον, ποτὲ δὲ ἄνισον τὸ ὁρώμενον φαίνεται.

ἔστω ὁρώμενον μὲν τὸ ΑΒ, ὄμμα δὲ τὸ Ε εὐθεῖα δὲ πλαγία ἡ Γ∠, καὶ προσεκβεβλήσθω τῇ ΒΑ ἐπ᾿ εὐθείας ἡ ΓΑ καὶ συμβαλλέτω τῇ ∠Γ κατὰ τὸ Γ, καὶ μεθιστάσθω ἐπʼ αὐτῆς τὸ ὄμμα. λέγω, ὅτι ποτὲ μὲν ἴσον, ποτὲ δὲ ἄνισον φαίνεται τὸ ΑΒ. εἰλήφθω γὰρ τῶν ΒΓ, ΓΑ μέση ἀνάλογον ἡ ΓΕ, καὶ ἔστω ὄμμα τὸ Ε καὶ μετακεκινήσθω καὶ ἔστω ἐπὶ τῆς αὐτῆς εὐθείας κατὰ τὸ ∠. λέγω, ὅτι τὸ ὑπὸ τῶν Ε, ∠ ὁρώμενον ἄνισον φαίνεται. ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΑΕ, [*](1. κέντρον, corr. m. 2, Vat. A. 2. B] Α Vat. A v. γεγράφθω] ὁ γε γράφθω Vat., sed corr.; ὁ γεγράφθω v. 4. τοῦ] om. v. 7. ἐστι Vat. m v. 10. προσπίπτουσαι v. 11. Β] corr. ex Γ Vat. 13. μβʹ] om. v, να΄ V, μθ΄ m. 2 Vat. 15. τό] τῷ v. 17. φαίνεται τὸ ὁρώμενον m. 18. μέν] om. v.)

92
ΕΒ, Α∠, Β∠, καὶ περιγεγράφθω περὶ τὸ ΑΕΒ τρίγωνον τμῆμα τὸ ΑΕΒ, καὶ κείσθω τῇ ὑπὸ τῶν Γ∠, ∠Β γωνίᾳ ἴση γωνία ἡ ὑπὸ τῶν ΓΑ, ΑΖ, καὶ ἐπεζεύχθω ἡ ΒΖ. ἐν κύκλῳ ἄρα ἐστὶ τὰ Β, Α, Ζ, ∠ σημεῖα. ἐπεὶ οὖν μείζων γωνία ἡ ὑπὸ ΑΕΒ τῆς ὑπὸ ΑΖΒ, ἡ δὲ ὑπὸ ΑΖΒ τῇ ὑπὸ τῶν Α∠, ∠Β ἴση ἐστίν, ἐπειδήπερ ἐν τῷ αὐτῷ τμήματί ἐστιν, καὶ ἡ ὑπὸ ΑΕΒ ἄρα τῆς ὑπὸ Α∠Β μείζων ἐστίν. ἀλλ᾿ ὑπὸ μὲν τῆς ὑπὸ Α∠Β τὸ ΑΒ βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ ∠ ὄντος, ὑπὸ δὲ τῆς ὑπὸ ΑΕΒ τὸ αὐτὸ τὸ ΑΒ βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ Ε ὄντος. ἄνισον ἄρα τὸ ὁρώμενον φαίνεται ἐπὶ τῆς Ε∠ εὐθείας τοῦ ὄμματος μεθισταμένου. φανερὸν δέ, ὅτι καὶ ἐπὶ τῆς ΕΓ μεθισταμένου τοῦ ὄμματος ἄνισον τὸ ὁρώμενον φαίνεται καὶ μέγιστον μὲν κατὰ τὴν πρὸς τῷ Ε θέσιν, μεῖζον δὲ ἀεὶ κατὰ τὴν ἐγγύτερον αὐτοῦ ἐφ᾿ ὁποτερασοῦν τῶν Ε∠, ΕΓ εὐθειῶν, ἴσον δὲ κατὰ τὰ Ζ καὶ ∠ καὶ τὰ ὁμοίως αὐτοῖς λαμβανόμενα διὰ τὸ ἐν τῷ αὐτῷ τμήματι εἶναι τὰς γωνίας.

Ἄλλως.

Ἔστω γὰρ ὁρώμενον τὸ Κ∠, εὐθεῖα δὲ ἡ ΒΓ συμπίπτουσα τῇ Κ∠ προσεκβαλλομένῃ. εἰλήφθω τῆς Γ∠ καὶ τῆς ΓΚ μέση ἀνάλογον ἡ ΓΖ, καὶ ἐπεζεύχθω ἡ ΖΚ καὶ ἡ Ζ∠, περὶ δὲ τὴν Κ∠ τμῆμα γεγράφθω, ὃ [*](2. ΑΕΒ corr. ex ΑΕΗ Vat. τῶν] om. m. Γ∠, ∠Β] Γ∠Β m. 3. τῶν] om. m. ΓΑ, ΑΖ] ΓΑΖ m. 4. ἡ ΒΖ] in ras., seq. ras. 2 litt., V, post ras. 3 litt. v. 5. μεῖζον v. 6. τῶν] om. m. Α∠, ∠Β] Α∠Β Vat.1 m. 7. ἐστιν] εἰσι m, ἐστι Vat. v. 8. μεῖζον v. ἐστί v. 9. τὸ ΑΒ] om. codd. βλέπεται τὸ ΑΒ m. τοῦ (alt.)] τό m. 10. ὑπὸ δὲ τῆς] bis V. τὸ αὐτὸ τὸ ΑΒ βλέπεται] om. v. ΑΒ] Α v, Vat.,)

94
δέχεται τὴν ὑπὸ τῶν ΚΖ∠. ἐφάψεται δὴ τῆς ΒΓ εὐθείας, ἐπειδήπερ ὡς ἡ ΚΓ πρὸς τὴν ΓΖ, οὕτως ἡ ΓΖ πρὸς τὴν Γ∠. κείσθω δὴ τὸ ὄμμα ἐπὶ τοῦ Β σημείου, καὶ προσεκβεβλήσθωσαν αἱ ∠Β, ΒΚ. ἐπεζεύχθω δὲ ἡ Σ∠. οὐκοῦν ἴση ἡ γωνία τῇ Σ γωνίᾳ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσιν. καί ἐστιν ἡ Σ τῆς Β γωνίας μείζων· καὶ ἡ Φ ἄρα γωνία τῆς Β μείζων ἐστίν. τοῦ ἄρα ὄμματος ἐπὶ τοῦ Ζ ὄντος μεῖζον φαίνεται τὸ Κ∠ ἤπερ ἐπὶ τοῦ Β.

Τὸ δ᾿ αὐτὸ συμβήσεται, κἂν παράλληλος ᾖ ἡ εὐθεῖα γραμμὴ τῷ ὁρωμένῳ μεγέθει.

ἔστω ὁρώμενον μέγεθος τὸ ΑΒ καὶ τετμήσθω δίχα κατὰ τὸ Ε σημεῖον, καὶ ἀνήχθω ἀπὸ τοῦ Ε τῇ ΑΒ πρὸς ὀρθὰς ἡ ΕΖ, ἐφ᾿ ἧς ὄμμα κείσθω τὸ Ζ, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΖΑ, ΖΒ, καὶ περιγεγράφθω περὶ τὸ ΑΖΒ τρίγωνον τμῆμα τὸ ΑΖΒ, καὶ ἤχθω διὰ τοῦ Ζ τῇ ΑΒ παράλληλος ἡ Ζ∠, καὶ μετακείσθω τὸ ὄμμα ἐπὶ τὸ ∠, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ Α∠, ∠Β. λέγω, ὅτι ἀπὸ τῶν ∠, Ζ ἄνισα φανήσεται. ἐπεζεύχθω ἡ ΑΗ. ἐπεὶ οὖν ἴση γωνία ἡ ὑπὸ ΑΖΒ τῇ [*](1. δέχεται] συνέχεται codd. τήν] om. codd. τῶν] τοῦ codd. δή] in ras. V. 2. ΚΓ] Γ in ras. V. 3. ΓΖ] in ras. V. Γ∠] in ras. V. 6. προσεκβεβλήσθω v, Vat., corr. m. 2. 10. Σ] corr. ex Γ m. 2 Vat. 11. εἰσι vm, Vat., corr. m. 2. Β] post ras. 1 litt. V. 12. μεῖζον v. ἐστί Vat. vm. 13. τοῦ (alt.)] τό v. 14. μγ΄] om. v, νγ΄ V,)

96
ὑπὸ ΑΗΒ, ἀλλ᾿ ἡ ὑπὸ ΑΗΒ τῆς ὑπὸ Α∠Β μείζων ἐστίν, καὶ ἡ ὑπὸ ΑΖΒ ἄρα τῆς ὑπὸ Α∠Β μείζων ἐστίν. καὶ ὑπὸ μὲν τῆς ὑπὸ ΑΖΒ τὸ ΑΒ βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ Ζ ὄντος, ὁμοίως δὲ καὶ ὑπὸ τῆς ὑπὸ Α∠Β ἐπὶ τοῦ ∠ ὄντος. ἄνισον ἄρα τὸ ὁρώμενον φαίνεται ἀπὸ τῶν ∠, Ζ.

καὶ ἐὰν τεθῇ ἴση τῇ ∠Ζ ἡ ΖΓ, ἔλαττον μὲν καὶ ἀπὸ τοῦ Γ φαίνεται ἤπερ ἀπὸ τοῦ Ζ, ἀπὸ δὲ τῶν Γ, ∠ ἴσον.