Optica
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
Τοῦ ὄμματος προσιόντος τῇ σφαίρᾳ ἔλαττον ἔσται τὸ ὁρώμενον, δόξει δὲ μεῖζον ὁρᾶσθαι.
ἔστω σφαῖρα, ἧς κέντρον μὲν τὸ Α, ὄμμα δὲ τὸ Β, ἀφʼ οὗ ἐπεζεύχθω εὐθεῖα ἡ ΑΒ. καὶ περιγεγράφθω περὶ τὴν ΑΒ κύκλος ὁ ΓΒ∠, καὶ ἤχθω ἀπὸ τοῦ Α σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς ἐφʼ ἑκάτερα εὐθεῖα [*](1. ΒΔ] corr ex ∠ B οὖν] om. B Vat. v. 5. ΒΓΚ]| ΒΚΓ B Vat. v. 7. AB] KB m, m. 2 Vat v. 13. φαίρεσθαι m.)
Σφαίρας διὰ δύο ὀμμάτων ὁρωμένης ἐὰν ἡ διάμετρος τῆς σφαίρας ἴση ᾖ τῇ εὐθείᾳ, ἐφʼ ἣν διεστήκασι τὰ ὄμματα ἀπʼ ἀλλήλων, τὸ ἡμισφαίριον αὐτῆς ὀφθήσεται ὅλον.
[*](2. οὖν] δή B Vat v. ἐπεζεύχθω Bv. 3 ∠Β] ΑΒ m. Γ∠] om. Bv, m. 2 Vat. 5. ἄρα] im ras. V. δέ B Vat. v. εἰσι v. 7. ἔγγιον] corr. ex ἔγγειον V 8 ἐπεζεύχθω εὐθεῖα ἡ Α καί] supra scr. m. 2 V. περιγεγράφθω ] περι- supra scr. m. 2, supposita lineola, V. 9. Ante κύκλος add. περὶ τὴν Θ Α B Vat. v. κύκλος] κύκλου v, ⨀ B. Α Λ K] ΑΛΘ Κ m, m. 2 V Vat. ἐπεζεύχθω Bv. 10 εὐθεῖα v, comp. B. Θ] supra scr m. 1 V. 11. τοῦ] τῆς B Vat v. 12. ἔβλεπε V m 15. Γ Β∠] ΚΒ∠ m 16 κε ) κη΄ V, κζ΄ Vat. v. 18. ᾖ] supra scr. m. 1 B. ἥν] ἧς B Vat. v.)ἔστω σφαῖρα, ἧς κέντρον τὸ Α, καὶ γεγράφθω ἐν τῇ σφαίρᾳ περὶ κέντρον τὸ Α κύκλος ὁ ΒΓ, καὶ ἤχθω διάμετρος αὐτοῦ ἡ ΒΓ, καὶ ἤχθωσαν ἀπὸ τῶν Β, Γ πρὸς ὀρθὰς αἱ Β∠, ΓΕ, τῇ δὲ ΒΓ παράλληλος ἔστω ἡ ∠Ε, ἐφʼ ἧς κείσθω τὰ ὄμματα τὰ ∠, Ε. λέγω, ὅτι τὸ ἡμισφαίριον ὅλον ὀφθήσεται. ἤχθω διὰ τοῦ Α ἑκατέρᾳ τῶν Β∠, ΓΕ παράλληλος ἡ ΑΖ τὸ ΑΒ∠Ζ ἄρα παραλληλόγραμμόν ἐστιν. ἐὰν δὴ μενούσης τῆς Α περιενεχθὲν εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι τὸ περιενεχθὲν σχῆμα, ἄρξεται μὲν ἀπὸ τοῦ Β, ἐλεύσεται δὲ καὶ ἐπὶ τὸ Γ καὶ τὸ Β, καὶ τὸ περιγραφὲν ὑπὸ τῆς ΑΒ σχῆμα κύκλος ἔσται, ὅς γε διὰ τοῦ κέντρου τῆς σφαίρας ἐστίν. ἡμισφαίριον ἄρα ὀφθήσεται ὑπὸ τῶν ∠, Ε ὀμμάτων.