Optica

Euclid

Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.

Τῶν ἴσων μεγεθῶν καὶ ἀνωτέρω τοῦ ὄμματος κειμένων τὰ πόρρω ταπεινότερα φαίνεται.

ἔστω ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ΕΖ μετεωρότερα κείμενα τοῦ ὄμματος τοῦ Η. λέγω, ὅτι τὸ ΑΒ τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΗΒ, Η∠, ΗΖ. ἐπεὶ οὖν ἡ ΗΒ ἀκτὶς τῆς Η∠ ἐστι ταπεινοτέρα, ἡ δὲ Η∠ τῆς ΗΖ, ἀλλʼ ἐν ᾧ εἰσιν αἱ ΗΒ, Η∠ ΗΖ, ἐν τούτῳ ἐστὶ καὶ τὰ Β, ∠, Ζ σημεῖα, ἐν ᾧ δὲ τὰ Β, ∠, Ζ, ἐν τούτῳ καὶ τὰ ΑΒ, Γ∠, ΕΖ μεγέθη, τὸ μὲν ΑΒ ἄρα τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ ταπεινότερόν ἐστιν.

Ὅσα ἀλλήλων ὑπερέχει ὑπὸ τὸ αὐτὸ ὄμμα κείμενα, προσιόντος μὲν τοῦ ὄμματος μείζονι μεῖζον τὸ ὑπερφαινόμενον φαίνεται, ἀπιόντος δὲ ἐλάσσονι.

ἔστω δύο ἄνισα μεγέθη τὰ ΑΒ, Γ∠, μεῖζον δὲ ἔστω τὸ Α Β, ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Γ ἡ ΕΖ. ἐπεὶ οὖν ὑπὸ τοῦ ὄμματος καὶ τῆς ΕΖ ἀκτῖνος τὰ ΖΒ, Γ∠ φαίνεται, τὸ ΑΒ ἄρα τοῦ Γ∠ [*](1. ἐστί| εἰσί m Γ(pr)] Ν v. ᾧ] οἷς m, corr ex ᾧ V. Ε] e corr. V. 2. τούτοις m. 3. Γ∠ (alt)])

24
ὕπερθεν φαίνεται τῷ ΑΖ μεγέθει. μετακείσθω τὸ ὄμμα ἐγγυτέρω καὶ ἔστω τὸ Η, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Γ ἡ ΗΘ. ἐπεὶ οὖν ὑπὸ τοῦ ὄμματος καὶ τῆς ΗΘ ἀκτῖνος φαίνεται τὸ Γ∠ καὶ τὸ ΘΒ, τὸ ΑΒ ἄρα τοῦ Γ∠ μεῖζον φανήσεται τῷ ΑΘ. ἐβλέπετο δὲ ὑπὸ τοῦ Ε τῷ Α μεῖζον, μεῖζον δὲ τὸ ΑΘ τοῦ ΑΖ. προσιόντος μὲν ἄρα τοῦ ὄμματος μεῖζον τὸ ὑπερφαινόμενον φαίνεται μείζονι, ἀπιόντος δὲ ἐλάττονι φαίνεται τὸ ὑπερφαινόμενον μεῖζον.