Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Τοιοῦτοί τινές εἰσιν οἱ δαίμονες· οὗτοι οἳ τὴν εἱμαρμένην ὥρισαν. Στοιχείωσις δὲ αὐτοῖς ἡ ζώωσις ἦν. Τὰ γὰρ ἐπὶ τῆς γῆς ἑρπετὰ καὶ τὰ ἐν τοῖς ὕδασι νηκτὰ καὶ τὰ ἐπὶ τοῖς ὄρεσι τετράποδα, μεθ᾿ ὧν ἐποιοῦντο τὴν δίαιταν ἔκβλητοι τῆς ἐν οὐρανῷ διαίτης γεγενημένοι, ταῦτα τῆς ἐπουρανίου τιμῆς ἠξίωσαν, ἵνα τε νομισθῶσιν αὐτοὶ διατρίβειν ἐν οὐρανῷ καὶ τὴν ἄλογον ἐπὶ γῆς πολιτείαν εὔλογον διὰ τῆς ἀστροθεσίας ἀποδείξωσιν. Ὥστε ὁ θυμικὸς καὶ ὁ ἐπίμοχθος, καὶ ὁ ἐγκρατευόμενος

v.2.p.42
καὶ ὁ ἀκρατής, καὶ ὁ πτωχεύων καὶ ὁ πλουτῶν, ἀπ᾿ αὐτῶν ἐστι τῶν νομοθετησάντων τὴν γένεσιν. Ἡ γὰρ τοῦ ζωδιακοῦ κύκλου γραφὴ θεῶν ἐστι ποίημα. Καὶ τὸ ἐπικρατῆσαν, ὥς φασιν, ἑνὸς αὐτῶν φῶς τοὺς πλείονας παραβραβεύει· καὶ ὁ νικώμενος εἰς αὖθις νῦν ἐπικρατεῖν εἴωθεν. Εὐαρεστοῦσι δὲ αὐτοῖς οἱ ἑπτὰ πλανῆται, ὥσπερ οἱ ἐν τοῖς πεττοῖς ἀθύροντες. Ἡμεῖς δὲ καὶ εἱμαρμένης ἐσμὲν ἀνώτεροι, καὶ ἀντὶ πλανητῶν δαιμόνων ἕνα τὸν ἀπλανῆ δεσπότην μεμαθήκαμεν, καὶ οὐ καθ᾿ εἱμαρμένην ἀγόμενοι τοὺς ταύτης νομοθέτας παρῃτήμεθα.Λέγε μοι πρὸς τοῦ θεοῦ, Τριπτόλεμος ἔσπειρε τοὺς πυρούς, καὶ μετὰ τὸ πένθος εὐεργετεῖ τοὺς Ἀθηναίους; Διὰ τί δὲ ἡ Δημήτηρ τῆς θυγατρὸς μὴ ἀπολωλυίας τῶν ἀνθρώπων εὐεργέτις οὐκ ἐγένετο; Κύων ὁ τῆς Ἠριγόνης ἐν οὐρανῷ δείκνυται καὶ Σκορπίος ὁ τῆς Ἀρτέμιδος βοηθὸς καὶ Χείρων ὁ Κένταυρος καὶ ἡ ἡμίτομος Ἀργὼ καὶ ἡ Καλλιστοῦς ἄρκτος. Εἶτα πῶς πρὶν τούτους περὶ τὰς προειρημένας πράξεις γενέσθαι ἀκόσμητος ἦν ὁ
v.2.p.44
οὐρανός; Τίνε δὲ οὐ γελοῖον εἶναι δόξει τὸ κατὰ μέν τινας διὰ τὴν Σικελίαν ἀστροθετούμενον Δελτωτόν, κατ᾿ ἐνίους δὲ τῆς τοῦ Διὸς προσωνυμίας πρωτότυπον στοιχεῖον; Διὰ τί γὰρ οὐχὶ καὶ ἡ Σαρδὼ καὶ ἡ Κύπρος ἐν οὐρανῷ τετίμηνται; Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τῶν τοῦ Διὸς ἀδελφῶν, οἵ διενείμαντο τὰς βασιλείας, γραμμάτων σχηματουργίαι κατεστηρίχθησαν; Πῶς τε ὁ πεδηθεὶς Κρόνος καὶ τῆς βασιλείας ἔκβλητος γενόμενος τῆς εἱμαρμένης οἰκονόμος καθίσταται; Πῶς τε βασιλείας ὁ μηκέτι βασιλεύων δίδωσι; Καταβάλλετε τοιγαροῦν τὸν λῆρον, καὶ μὴ διὰ τὸ μισεῖν ἡμᾶς ἀδίκως παρανομήσητε.

Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ᾿ ὑμῖν καὶ οἱ θεοί.Δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφατταν, αἴγειροι αἱ τοῦ Φαέθοντος ἀδελφαί, καὶ ἡ Λητὼ ζῶον εὐτελές, δι᾿ ἣν Ὀρτυγία Δῆλος ἡ νῦν κέκληται. Θεὸς εἰπέ μοι κύκνος γίνεται, καὶ τὴν ἀετοῦ μορφὴν ἀναλαμβάνει, καὶ δι᾿ οἰνοχοΐαν τοῦ Γανυμήδους τῇ παιδεραστίᾳ σεμνύνεται; Τί μοι σέβειν θεοὺς δωρολήπτας,

v.2.p.46
καὶ ὀργιζομένους ἂν μὴ λάβωσιν; Ἐχέτωσαν οὗτοι τὴν εἱμαρμένην· τοὺς πλανήτας προσκυνεῖν οὐ βούλομαι. Τίς ἐστιν ὁ Βερενίκης πλόκαμος; Ποῦ δὲ οἱ ἀστέρες αὐτῆς πρὶν τὴν προειρημένην ἀποθανεῖν; Πῶς δὲ ὁ τεθνεὼς Ἀντίνοος μειράκιον ἐν τῇ σελήνῃ ὡραῖον καθίδρυται; Τίς ὁ ἀναβιβάσας αὐτόν, εἰ μή τις καὶ τοῦτον, ὡς τοὺς βασιλέας μισθοῦ δι᾿ ἐπιορκίας τις, τοὺς θεοὺς καταγελῶν, εἰς τὸν οὐρανὸν ἀνεληλυθέναι φήσας πεπίστευται, κατὰ τὸ ὅμοιον θεολογήσας τιμῆς καὶ δωρεᾶς ἠξίωται; Τί μοι τὸν θεον σεσυλήκατε; Τί δὲ αὐτοῦ τὴν ποίησιν ἀτιμάζετε; Θύεις πρόβατον, τὸ δ᾿ αὐτὸ προσκυνεῖς· ταῦρός ἐστιν ἐν οὐρανῷ, καὶ τὴν εἰκόνα σφάττεις αὐτοῦ. Ζῶον
v.2.p.48
πονηρὸν ὁ ἐνγόνασι ἐκθλίβει· καὶ τὸν ἀνθρωποποιὸν Προμηθία καταφαγών ἀετὸς τετίμηται.Καλὸς ὁ κύκνος, ὅτι μοιχὸς ἦν· καλοὶ δὲ καὶ οἱ ἑτεροήμεροι Διόσκουροι, τῶν Λευκιππίδων οἱ ἁρπασταί. Κρείττων ἡ Ἑλένη, τὸν μὲν καρήξανθον Μενέλαον καταλιποῦσα, τῷ δὲ μιτρηφόρῳ καὶ πολυχρύσῳ Πάριδι κατακολουθοῦσα. Λίκαιος καὶ Σώφρων, ὁ τὴν ἐκπορνεύσασαν εἰς Ἠλύσια πεδία μετατεθεικώς. Ἀλλ᾿ οὐδὲ ἡ Τυνδαρὶς ἀπηθανάτισται· καὶ σοφῶς ὁ Εὐριπίδης ὑπὸ Ὀρέστου τῆς προειρημένης γυναικὸς τὴν ἀναίρεσιν παρεισήγαγε.