Νῦν δὲ προσῆκον μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ᾿ Ἕλλησιν ἐπιτηδευμάτων. Ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρος, τῷ ἑκάτερον αὐτῶν εἶναι παλαιότερον, καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτερον, τὸν δὲ πάσης βαρβάρου σοφίας ἀρχηγόν. Καὶ ὑφ᾿ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν· εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ᾿ ἡμῖν ἀλλὰ ἔτι καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. Μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι χρήσομαι· τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ᾿ ὑμῶν παραδεκτέον, τὸ δ᾿ ἂν ἀποδεικνύηται θαυμαστόν, ὅταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ᾿ ὑμῶν τοὺς ἐλέγχους
v.2.p.120
λαμβάνω. Περὶ γὰρ τῆς ποιήσεως τοῦ Ὁμήρου, γένους τε αὐτοῦ καὶ χρόνου καθ᾿ ὃν ἤκμασεν, προηρεύνησαν οἱ πρεσβύτατοι, Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονώς, Στησίμβροτός τε ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος, Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετ᾿ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος.Τούτων δὲ οἱ περὶ Κράτητα
v.2.p.122
πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ Ἐρατοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν καὶ τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἐπὶ ἄρχοντος Ἀθήνῃσιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὅπερ γένοιτο ἂν
v.2.p.124
ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα. Τινὲς δὲ πρὸ τῶν ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι ἔτεσιν ἐνενήκοντα, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τριακοσίοις ἑπτακαίδεκα· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, τῶν Ἰλιακῶν ὕστερον ἔτεσι πεντακοσίοις. Καὶ περὶ μὲν τοῦ χρόνου τοῦ προειρημένου ποιητοῦ, λέγω δὲ Ὁμήρου, συστάσεως τε καὶ τῶν εἰπόντων περὶ αὐτοῦ ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίων εἰρήσθω. Δυνατὸν γὰρ ψευδεῖς ἀποφήνασθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας.Παρ᾿ οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων
v.2.p.126
ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δυνατόν. Τί γὰρ τὸ αἴτιον τῆς ἐν τῷ γράφειν πλάνης, εἰ μὴ τὸ συντάττειν τὰ μὴ ἀληθῆ;
Παρ᾿ ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστι, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. Λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι, καὶ πειθόμενοι θεοῦ παραγγέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ κείμενον ἀνθρωπίνῃ παραιτούμεθα. Φιλοσοφοῦσί τε οὐ μόνον οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας ἀπολαύουσι· τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερπαίει τὴν ἀμοιβήν. Τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας οὕτως προσιέμεθα, κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε ἁπαξαπλῶς ἡλικία παρ᾿ ἡμῖν τυγχάνει τιμῆς· τὰ δὲ τῆς ἀσελγείας πόῤῥω κεχώρισται. Καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμεθα. Τὰ δὲ τῆς ὑμετέρας περὶ τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν εἰ λαμβάνοι περιγραφήν· εἰ δ᾿ οὐ, τὰ ἡμέτερα ἔστω θεοῦ γνώμῃ βεβαιούμενα. Γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. Πῶς γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ᾿ ὑμᾶς, τῶν ἵππων τὰς παρηορίας βραδέως ἀποτέμνοντα διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς ἡλικίας, θαυμάζεσθαι πειρώμενον ἐπ᾿ ἴσης τοῖς νέοις πολεμεῖν, τοὺς δὲ παρ᾿ ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ πραγματευομένους γελᾶσθαι; Τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων
v.2.p.128
ὑμῶν γεγονέναι, τὰς δὲ παρ᾿ ἡμῖν παρθένους λοιδορούντων; Μειράκιον ἦν ὁ Ἀχιλλεύς, καὶ γενναῖος εἷναι πεπίστευται σφόδρα· καὶ ὁ Νεοπτόλεμος νεώτερος, ἀλλὰ ἱσχυρὸς ἦν· Φιλοκτήτης ἀσθενής, ἀλλ᾿ ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. Ὁ Θερσίτης ὁποῖος ἦν; Ἀλλ᾿ ἐστρατήγει· τὸ δ᾿ ἀμετροεπὲς εἰ μὴ προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς φοξὸς καὶ ψεδνὸς διεβάλλετο.Πάντες οἱ βουλόμενοι φιλοσοφεῖν παρ᾿ ἡμῖν ἄνθρωποι οὐ τὸ ὁρώμενον δοκιμάζομεν, οὐδὲ τοὺς προσιόντας ἡμῖν ἀπὸ σχήματος κρίνομεν· τὸ γὰρ τῆς γνώμης ἐῤῥωμένον παρὰ πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα, κἂν ἀσθενεῖς ὦσι τοῖς σώμασι. Τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς.