Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Καὶ χρὴ λοιπὸν ἡμᾶς ὅπερ ἔχοντες ἀπολωλέκαμεν τοῦτο νῦν ἀναζητεῖν, ζευγνῦναί τε τὴν ψυχὴν τῷ πνεύματι τῷ ἁγίῳ καὶ τὴν κατὰ θεὸν συζυγίαν πραγματεύεσθαι. Ψυχὴ μὲν οὖν ἡ τῶν ἀνθρώπων πολυμερής ἐστι καὶ οὐ μονομερής· συνθετὴ γάρ ἐστιν, ὡς εἶναι φανερὰν αὐτὴν διὰ σώματος· οὔτε γὰρ ἂν αὐτὴ φανείη ποτὲ χωρὶς σώματος, οὔτε ἀνίσταται ἡ σὰρξ χωρὶς

v.2.p.68
ψυχῆς. Ἔστι γὰρ ἄνθρωπος οὐχ, ὥσπερ οἱ κορακόφωνοι δογματίζουσιν, ζῶον λογικόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· δειχθήσεται γὰρ κατ᾿ αὐτοὺς καὶ τὰ ἄλογα νοῦ καὶ ἐπιστήμης δεκτικά. Μόνος δὲ ἄνθρωπος εἰκὼν καὶ ὁμοίωσις τοῦ θεοῦ· λέγω δὲ ἄνθρωπον οὐχὶ τὸν ὅμοια τοῖς ζώοις πράττοντα, ἀλλὰ τὸν πόῤῥω μὲν ἀνθρωπότητος πρὸς αὐτὸν δὲ τὸν θεὸν κεχωρηκότα. Καὶ περὶ μὲν τούτου ἐν τῷ περὶ ζώων ἀκριβέστερον ἡμῖν συντέτακται. Τὸ δὲ νῦν συνέχον ῥητέον ποταπή τίς ἐστιν ἡ κατὰ θεὸν εἰκὼν καὶ ὁμοίωσις. Τὸ μὲν ἀσύγκριτον οὐδέν ἐστιν ἕτερον ἢ αὐτὸ τὸ ὄν· τὸ δὲ συγκρινόμενον οὔτι ἕτερον ἢ αὐτὸ τὸ παρόμοιον. Ἄσαρκος μὲν οὖν ὁ τέλειος θεός, ἄνθρωπος δὲ σάρξ· δεσμὸς δὲ τῆς σαρκὸς ψυχή, σχετικὴ δὲ τῆς ψυχῆς ἡ σάρξ. Τὸ δὲ τοιοῦτον τῆς συστάσεως εἶδος εἰ μὲν ὡς ναὸς
v.2.p.70
ᾖ, κατοικεῖν ἐν αὐτῷ βούλεται θεὸς διὰ τοῦ πρεσβεύοντος πνεύματος· τοιούτου δὲ μὴ ὄντος τοῦ σκηνώματος, προὔχει τῶν θηρίων ὁ ἄνθρωπος κατὰ τὴν ἔναρθρον φωνὴν μόνον, τὰ δὲ λοιπὰ τῆς αὐτῆς ἐκείνοις διαίτης ἐστίν, οὐκ ὢν ὁμοίωσις τοῦ θεοῦ. Δαίμονες δὲ πάντες σαρκίον μὲν οὐ κέκτηνται, πνευματικὴ δέ ἐστιν αὐτοῖς ἡ σύμπηξις, ὡς πυρός, ὡς ἀέρος. Μόνοις δὲ τοῖς πνεύματι θεοῦ φρουρουμένοις εὐσύνοπτα καὶ τὰ τῶν δαιμόνων ἐστὶ σώματα, τοῖς λοιποῖς δὲ οὐδαμοῦ, λέγω δὲ τοῖς ψυχικοῖς. Τὸ γὰρ ἔλαττον κατάληψιν οὐχ ἰσχύει ποιεῖσθαι τοῦ κρείττονος. Διὰ τοῦτο γοῦν ἡ τῶν δαιμόνων ὑπόστασις οὐκ ἔχει μετανοίας τόπον. Τῆς γὰρ ὕλης καὶ τῆς πονηρίας εἰσὶν ἀπαυγάσματα. Ὕλη δὲ τῆς ψυχῆς κατεξουσιάζειν ἠθέλησεν· καὶ κατὰ τὸ αὐτεξούσιον οἱ μὲν θανάτου νόμους τοῖς ἀνθρώποις παραδεδώκασιν· οἱ δὲ ἄνθρωποι μετὰ τὴν τῆς ἀθανασίας ἀποβολὴν θανάτῳ τῷ διὰ πίστεως τὸν θάνατον νενικήκασι, καὶ διὰ μετανοίας κλῆσις αὐτοῖς δεδώρηται κατὰ τὸν εἰπόντα λόγον· Ἐπειδὴ βραχύ τι παρὰ ἀγγέλους ἠλαττώθησαν. Δυνατὸν δὲ παντὶ τῷ νενικημένῳ πάλιν νικᾶν, τοῦ θανάτου τὴν
v.2.p.72
σύστασιν παραιτουμένῳ. Τίς δέ ἐστιν αὕτη, εὐσύνοπτον ἔσται τοῖς βουλομένοις ἀνθρώποις τὸ ἀθάνατον.

Δαίμονες δὲ οἱ τοῖς ἀνθρώποις ἐπιτάττοντες οὔκ εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαί. Πῶς γὰρ ἂν γένοιντο δραστικαὶ καὶ μετὰ τὸ ἀποθανεῖν, χωρὶς εἰ μὴ ζῶν μὲν ὁ ἄνθρωπος ἀνόητος καὶ ἀδύνατος γένοιτο, νεκρὸς δὲ γενόμενος λοιπὸν δραστικωτέρας πιστεύοιτο μεταλαμβάνειν δυνάμεως; Ἀλλ᾿ οὔτε τοῦθ᾿ οὕτως ἐστίν, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν. Καὶ χαλεπὸν οἴεσθαι τὴν ἀθάνατον, ὑπὸ τῶν τοῦ σώματος μερῶν ἐμποδιζομένην, φρονιμωτέραν, ἐπειδὰν ἀπ᾿ αὐτοῦ μεταναστῇ, γίνεσθαι. Δαίμονες γάρ, τῇ σφῶν κακοηθείᾳ τοῖς ἀνθρώποις ἐκβακχεύοντες, ποικίλαις καὶ ἐψευσμέναις δραματουργίαις τὰς γνώμας αὐτῶν παρατρέπουσι κάτω νενευκυίας, ὅπως μεταρσιοῦσθαι πρὸς τὴν ἐν οὐρανοῖς πορείαν ἐξαδυνατῶσιν.Ἀλλ᾿ οὔτε ἡμᾶς τὰ ἐν κόσμῳ λέληθε, καὶ ἡμῖν εὐκατάληπτον τὸ θεῖον τῆς ἀπαθανατιζούσης τὰς ψυχὰς δυνάμεως ἡμῖν προσελθούσης. Βλέπονται δὲ καὶ ὑπὸ τῶν ψυχικῶν οἱ δαίμονες, ἐσθ᾿ ὅτε τοῖς ἀνθρώποις ἑαυτοὺς ἐκείνων δεικνύντων, ἵνα τε νομισθῶσιν εἶναί τινες, ἢ καί τι

v.2.p.74
βλάψωσι καθάπερ πολεμίους φίλοι κακοὶ τὴν γνώμην ὑπάρχοντες, ἢ τιμῆς εἰς αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς τὰς ἀφορμὰς παράσχωσιν. Εἰ γὰρ δυνατὸν αὐτοῖς, πάντως ἂν καὶ τὸν οὐρανὸν σὺν ἅμα τῇ λοιπῇ ποιήσει καθείλκυσαν. Νῦν δὲ τοῦτο μὲν πράττουσιν οὐδαμῶς· ἀδυνατοῦσι γάρ· ὕλῃ δὲ τῇ κάτω πρὸς τὴν ὁμοίαν αὐτοῖς ὕλην πολεμοῦσι. Τούτους δὲ νικᾶν ἄν τις θελήσῃ, τὴν ὕλην παραιτησάσθω. Θώρακι γὰρ πνεύματος ἐπουρανίου καθωπλισμένος πᾶν τὸ ὑπ᾿ αὐτοῦ περιεχόμενον σῶσαι δυνατὸς ἔσται. Εἰσὶ μὲν οὖν καὶ νόσοι καὶ στάσεις τῆς ἐν ἡμῖν ὕλης· δαίμονες δὲ αὐτοὶ τούτων τὰς αἰτίας, ἐπειδὰν συμβαίνουσιν, ἑαυτοῖς προσγράφουσιν, ἐπιόντες ὁπόταν καταλαμβάνῃ κάματος. Ἔστι δὲ ὅτε καὶ αὐτοὶ χειμῶνι τῆς σφῶν ἀβελτηρίας κραδαίνουσι τὴν ἕξιν τοῦ σώματος· οἳ λόγῳ θεοῦ δυνάμεως πληττόμενοι δεδιότες ἀπίασι, καὶ ὁ κάμνων θεραπεύεται.