Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἔνθεν ἐφ᾿ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ χρέος, πρόκειται σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ πνεῦμα συγχεχωρηκὸς κενὸν [*](1 an 〈καὶ πλανητκὰς〉 τῶν ἐντ.? 2 ἀναλυόμενον S 6 συγκεκοσμϊ- μένος S 9 κενῶς οὐτε ματέαως ἄθλων S an οὔτε μὴν? 11 περιττῶν Wendl.] ὑπὲρ τῶν S 13 excidit ailquid post ὡς ( ὡς ἔνι μάλιστα vel sim.) ὡς] ὅλως Wendl. 15 κριμάτων Sa 16 συνεμφυρὴς S 19 fort. ἡμῖν 〈καὶ〉 25 ἀπόρροι S μερικὴν Wendl. 21 ἀπονέμειν S 25 ἄλλων S 26 δρεπόμεθα S 34 ἑτέρας ut vid. S)
Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχάς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τάς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τάς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μή κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.
Περὶ μὲν οὖν τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· καὶ νῦν δὲ ἐπάνιμεν εἰς αὐτούς διαβεβαιούμενοι δυναστικούς καὶ κραταιούς τόπους. ὅνπερ γάρ τρόπον ἐπὶ τοῦ κοσμικοῦ περιπολίσματος ὁ παντεπόπτης Ἥλιος ἀκαμάτοις φοραῖς δινούμενος καὶ μακροῦ αίῶνος χρόνον διῖππεύων τὰς τῶν ἀστέρμν χορείας ἀλλεπαλλήλοις δρόμοις ἀποκαθίστησι καὶ ἀποχωρίζει, τροπάς τε καὶ καιρούς καὶ φάσεις ποιούμενος, ἀρχόμενος ὅθεν ἔληξεν καὶ λήγων ὅθεν ἄρχεται, τὰς δὲ ψυχάς τῶν ἀνθρώπων θέλγων καὶ διεγείρων αἴτιος δόξης καὶ πράξεως καὶ πάσης προκοπῆς τυγχάνει, ὁμοίως δὲ καὶ ἡ Σελήνη Τύχη τοῦ κόσμου ὑπάρχουσα καὶ ὑπὸ τῆς ἡλιακῆς δυνάμεως αὐξομειουμένη τάς φάσεις ποιεῖται καὶ τάς τῶν ἀέρων μεταβολὰς καὶ τούς καρπούς πεπαίνουσα τοῖς ἀνθρώποις ζωῆς παραιτία γίνεται, τῳ αὐτῷ τρόπῳ καὶ ἐπὶ πάσης γενέσεως σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος, ποίοις μέρεσι τοῦ [*](1 corpus fato subiectum est, anima huic dominio exempta secundum dog- ma Posidonianum (Manil. IV 390, 407). Cf. De orac. chald. 60; Reitzenstein Poimandres 102 6 ἀπειράτους S opusne 〈καὶ〉 ἀμετ.? 7 an κατ. 〈γενόμενος) 8 ἀναπτεροῦσθαι S, corr. Wendl. 8 sq. καταζητημένως μ. ἐπισκοτισμένως S 15 in mg. β S 16 τόπων S 19 possis 〈εἶναι τοὺς〉 τόπους 20 an περιπολήματος ut 259, 20? 24 λέγων S1 25 cf. Od. ω 3 sq.)
Ἀλλὰ περὶ μὲν τούτων καὶ τοῖς μεταξὺ τῆς διηγήσεως δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρκίνον ἤ Λέοντα ἤ Αἰγόκερω ἢ Υδροχόον συνεμπέσωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι ἤ ὑπὸ οἰκείων ἀστέρων χρηματιστικοῖς ζῳδίοις· λαμπράς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολάς ὑπομείναντες καὶ χαλεπανθέντες μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστασιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιθόνως διευθύνουσιν τινὲς δὲ στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἤ βασιλικαῖς [*](2 in extremis vestigia iambica apparent 3 συγγνμώσεως supra ΙΙ 3 4 structura non perspicua, fuitne καὶ λοιπόν hic et v. 10? an ὁρᾶται? 9 ἀποβλὰς S 10 cf. ad v, 4; fort. sequentia rursus regis verba 11 γενο- μένους Sa 12 an ὑπόστασιν vitamʼ? 21 possis αὐτὸν 25 possis μὲν 〈γὰρ〉 vel 〈οὖν 〉 29 an τῆς τύχης ἀποβολὰς?)