Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οὐάλης Μάρχῳ χαίρειν. Ὅσα μὲν ὁ θειότατος βασιλεὺς εἴρηκε Νεχεψὼ ὁ τὴν ἀρχὴν ποιησάμενος τῆς ιγ΄ βίβλου, τοῖς προσυντεταγμένοις ὑφ᾿ ἡμῶν καὶ ἄλλων πόνοις κατημαξευμένα ἐστίν· νυνὶ δὲ ταύτην συντάσσω λειπομένην οὐδενί. ὅτι μὲν οὖν μυστικῇ συνέσει τὴν ὑφήγησιν πεποίηται καὶ ἀρχηγὸς τῆς εἰς ταῦτα εἰσόδου καὶ ἡμῖν ἐγένετο, πρόδηλον· τό τε ὁμολογεῖν περὶ τῶν ἡμαρτημένων αὐτῷ πρότερον, ὑστέρου δὲ κατωρθωμένων ἀνδρὸς ἀγαθοῦ καὶ σοφοῦ ἀπολογίαν καὶ διάνοιαν ἐπιφερομένου, καθὸ καταφρονεῖ ὅλης τῆς βασιλείας καὶ τυραννίδος, καὶ τὸ περὶ τὰ τοιαῦτα ἐσπουδακέναι ἐμπείρου καὶ πεποιθότος καὶ ἐρωτικὴν καὶ προτρεπτικὴν θεωρίαν ἐνδεικνυμένου τοῖς μεταγενεστέροις. οὐδέ γε αὐτὸν μεθεῖλκεν ἀνάγκη βιωτικὴ καὶ πλάνη φιλάργυρος, ὥσπερ πολλούς τῶν νῦν· ὅθεν ἀποδεκτέος ὁ τοιοῦτος.

Ὁ δὲ σοφώτατος Κριτόδημος ἐν τῇ ἐπιγραφομένῃ αὐτοῦ ὁράσει συνεκτικωτάτῃ πολλῶν μαρτυριῶν ἀρχὴν τοιαύτην ἐποιήσατο· ἤδη ποτὲ πελαγοδρομήσας καὶ πολλὴν ἔρημον διοδεύσας ἠξιώθην ἀπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. ἄλλως τε καὶ ὁ Τίμαιος καὶ Ἀσκλατίων καὶ ἕτεροι πλεῖστοι. οὗτοι μὲν οὖν καλλονῇ λόγων ἐνεχθέντες καὶ τερατολογίᾳ οὐ κατὰ τὰ ἐπαγγέλματα τὰ ἔργα ἐπέδειξαν οὐδὲ τὰς συντάξεις πλήρεις καὶ ἐπιλελυμένας, ἀλλὰ [*](3 Haec partim edideram Rh. Mus. LII. 339 et Catal. I, 79 5 an del. ὁ ? Cf. Necheps. fr. 19 8 μυστκῶς συνέξει S εἰς] ἐκ S 10 κατυρθωμένου S 11 nempe μετάνοιαν 12 pro καθὸ καταφρονεῖ olim sc ripsi καὶ καταφρονεῖν et 〈παρὰ〉 pro 〈καὶ〉 16 πολλοῖς S 19 ὅρασις S possis μυστηρίων 20 διωδεύσας S 23 ἀσκλαπίων Sa ut vid. 25 οὐδὲν S πλήρης S)

330
λειπομένας πολλοῖς τισιν ἀεὶ τῶν ἐντυγχανόντων· πᾶσι δὲ σκολιὸν καὶ ἐρθονημένον καὶ ἀναδυόμενον καὶ ἐπιπλεκόμενον· καὶ μηδεμιᾷ δδῷ διευθύνοντες ἀλλὰ προσεισφέροντες αἱρεσιν αἱρέσει καὶ ἀναπομπίμους βίβλους πλάνης μᾶλλον ἤ ἀληθείας τεκμήρια. ὁ μὲν οὖν Κριτόδημος, πλῆθος θεωρημάτων κεκτημένος καὶ τοῖς ἄλλοις συγκεκοσμημένος καὶ δυνάμενος σαφῶς διερμηνεῦσαι διὰ τῆς τούτων τῶν ὀργάνων φαντασίας ἠμαύρωσε τὴν ἐπιστήμην· ἐγὼ δὲ ταῖς προσυντεταγμέναις μοι βίβλοις οὔτε κενῶν οὔτε ματαίων ὕθλων πόνους διήνυσα, οὐ μὴν κατά τὴν δόκησιν τινῶν ἀμφιβόλους ἐπιλύσεις καὶ γραφὰς ἀναρίθμους περιττῶν συντάξεων· διὸ καὶ τὰ δοκοῦντα ἀληθείας ἐφικνεῖσθαι εἰς ἄπειρον ζήτησιν καὶ λόγον ἐχώρησεν. χρὴ δέ γε τὸν βουλόμενον συγγράφειν ὡς μή χρήζειν ἑτέρου· εἰ δὲ οὖν, διὰ ἀγνοεῖν καὶ φθονεῖν τὴν πλοκὴν ἐπεισφέρει· πελαγοδρομήσας οὖν καὶ πολλὴν γῆν διοδεύσας κλιμάτων τε καὶ ἐθνῶν κατόπτης γενόμενος πολυχρονίᾳ πείρᾳ καὶ πόνοις συνεμφυρεὶς ἠξιώθην ὑπὸ θεοῦ καὶ τῆς προνοίας βεβαίου καὶ ἀσφαλοῦς λιμένος τυχεῖν οὐ γάρ φθαρτὰ πάντα καὶ μοχθηρὰ ἔλαχον οἱ ἄνθρωποι, ἔστι δέ τι καὶ θεῖον ἡμῖν θεόπνευστον δημιούργημα, τε περικεχυμένος ἀὴρ ἄρθαρτος ὑπάρχων καὶ διήκων εἰς ἡμᾶς ἀπόρροιαν καιρικὴν ἀθανασίας ἀπονέμει τακτῷ καὶ μεμετρημένῳ χρόνῳ. ἣν ἕκαστος ἡμῶν καθʼ ἡμέραν μελετᾷ γυμναζόμενος λαμβάνειν ἢ καὶ ἀποδιδόναι ζωτικὸν πνεῦμα. καθώς καὶ ὁ θειότατος Ὀρφεὺς λέγει·
  • Ψυχὴ δʼ ἀνθρώποισιν ἀπʼ αἰθέρος ἐρρίζωται.
  • καὶ ἄλλως·
  • Ἀέρα δʼ ἕλκοντες ψυχὴν θείαν δρεπόμεσθα.
  • ἄλλως·
  • Ψυχὴ δʼ ἀθάνατος καὶ ἀγήρως ἐκ Διός ἐστιν.
  • ἄλλως·
  • Ψυχὴ δʼ ἀθάνατος πάντων, τὰ δὲ σώματα θνητά.
  • Ἔνθεν ἐφ᾿ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ χρέος, πρόκειται σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ πνεῦμα συγχεχωρηκὸς κενὸν [*](1 an 〈καὶ πλανητκὰς〉 τῶν ἐντ.? 2 ἀναλυόμενον S 6 συγκεκοσμϊ- μένος S 9 κενῶς οὐτε ματέαως ἄθλων S an οὔτε μὴν? 11 περιττῶν Wendl.] ὑπὲρ τῶν S 13 excidit ailquid post ὡς ( ὡς ἔνι μάλιστα vel sim.) ὡς] ὅλως Wendl. 15 κριμάτων Sa 16 συνεμφυρὴς S 19 fort. ἡμῖν 〈καὶ〉 25 ἀπόρροι S μερικὴν Wendl. 21 ἀπονέμειν S 25 ἄλλων S 26 δρεπόμεθα S 34 ἑτέρας ut vid. S)

    331
    εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν τῆς γάρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε θνητὸν σῶμα.

    Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχάς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τάς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τάς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μή κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.