Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦτο δʼ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προκειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἕτῃ συντρέχοντα τοῖς ἀπογωνίοις. πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γάρ ἓν καθʼ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δʼ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφ ίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γάρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἵ τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλά μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθʼ αὑτὸ μόνον εὔχρηστον ἐδημιούργησεν τοῖς ἀνθρώποις. παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγεται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετʼ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δʼ εἰς τὰς ἀρχάς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν ἄφεσιν· ὁπόταν δʼ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφμωνήσει. Κρ ιτόδημος μὲν οὗν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δʼ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο.

Πλειστάκις δὲ βουλόμενος ἐλέγχειν τὴν ἐμὴν ἀφθονίαν ἐπάνειμι εἰς τὸν περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λόγον· [*](3 τὸ] immo τὸν 11 ἐπισυντιθεῖναι S 17 ἀστήριμκτος S βοηθούμενος S 18 ὀλισθηρήν S οἵ τε] ἔτι τε S 25 possis τρεπόμενα aut κυκλούμενα 25 μόνον] possis μηνύει 30 ἐπιτέλη S)

351
ὁπότε γάρ εἰς τὸ αὐτὸ συνέλθωσιν, ὁ μοιρικῶς τῆς ἀπορροίας αὐτῶν ἐπικρατῶν τὸν ζωτικὸν ἀπολήψεται χρόνον καὶ τὴν ποσότητα κατά τὴν τοῦ κλίματος ἁρμονίαν· ὅτε δέ τις κατὰ μόνας αὐτοὺς ἀνακυκλήσῃ, ἡμέρας μὲν Ἥλιον, νυκτὸς δὲ Σελήνην, καὶ ἀφέλῃ σύστημα ζῳδιακόν, τὸ περιλειφθὲν λογιζέσθω τι μέρος τοῦ ζῳδίου, ὅπερ ἀφαιρεῖν χρὴ ἀπὸ τοῦ ἰσημερινοῦ, τῷ δʼ ἀπολειφθέντι μορίῳ ἐπιπροσθεὶς τὰς ἡλιακάς ἢ Σεληνιακάς μοίρας εὑρήσει τὸ ζητούμενον, ἐάνπερ σκοπῇ. οὗτος μὰν οὗν ὁ λόγος προκείσθω διὰ τὴν εἰς ἀλλήλους συνάφειαν· καθολικῶς δʼ ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας ὁμοίως χρηματίσει ἀνακυκλωθεὶς κατὰ τὸν προκείμενον τρόπον. ἄλλως τε τὰς ὑπολοίπους τοῦ Ἡλίου μοίρας ἡμέρας ἐπισυνθεὶς τῇ Σεληνῃ, νυκτὸς δὲ τὰς τῆς Σελήνης ταῖς τοῦ Ἡλίου, τὴν αὐτὴν δύναμιν εὑρήσει. τοῦτο μέντοι ἐγὼ ἐπεξεῦρον, ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τὴν Σελήνην χρηματίζειν ἀπὸ α’ ὥρας ἕως γ΄ τῆς ἡμέρας, ἔπειτα τὸν Ἥλιον ἀπὸ τῶν Ϛ΄ ὡρῶν ἕως γ΄ τῆς ἐπακολουθούσης νυκτός, καὶ πάλιν ἀπὸ τῆς αὐτῆς νυκτὸς ὥρας ι΄ ια΄ ιβ΄. ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἡμέρας ι΄ ια΄ ιβ΄ ἐφέξει. καὶ οὕτως κατά τὴν προκειμένην ἀγωγὴν οἰκονομεῖν κατὰ τὴν τοῦ ἰσημερινοῦ διάκρισιν ἐπειράθημεν καὶ τὰς ἀντιβαλλούσας μοίρας τῇ εὑρεθείσῃ ἐπισυντιθέναι, ὅπως ἡ ἑτέρα χρηματἱσει μοίρα· ὧν γε τὴν διαφορὰν οἵ γε νοῦν ἔχοντες δοκιμάσωθιν.