Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τούτων οὕτως ἐχόντων νῦν καὶ περὶ τῆς τῶν ἀπογωνίων δυνάμεως ἀρκτέον. τὴν μὲν πῆξιν Κριτόδημος ἐποιήσατο, τὴν δὲ εἴσοδον πρότερον αὐτὸς ἀνευρών, διασαφήσας δὲ ἐν ἑτέροις βιβλίοις καὶ νῦν δὲ ἀκριβέστερον ἐξευρὼν ἐπιδιαγραφήσω. πᾶσα γάρ ἀγωγῆς εἴσοδος κατʼ ἀρχάς ἀμελεστέραν τὴν εὕρεσιν ἔχει, ἐξιχνευθεῖσα δὲ ἐξ ὑστέρου βεβαιοτέρα καθίσταται. εἰ μὲν οὖν τις συνήνοοίη πότερος βελτίων, ὁ συντάξας σοφῶς καὶ κατεζητημένως ἢ ὁ τὰς ἐπιλύσεις ἐξευρὼν, φήσει κατὰ τὸν ἐμὸν νοῦν τὸν ἐξευρόντα βελτίονα. καὶ γάρ ὄργανον μουσικὸν οὐ τῷ κατασκευάσαντι τὸν ἔπαινον παρέχει, ἀλλὰ τῷ μέλλοντι ἐμπείρως διὰ πνεύματος μουσικὸν ἦχον ἐνδείκνυσθαι. ὁμοίως δὲ καὶ πᾶν εἷδπς ὀργανοποιίας ἢ συντάξεως μή ἔχον τὸν εἰδημόνως προεστῶτα τοῦ ἔργου κενὸν καὶ μάταιον καὶ ἀργὸν νομίζεται· ἢν δέ τις αὐτὸ διαιρήσῃ κατὰ τρόπον ἢ καὶ ἐπιγνῷ τὴν δύναμιν, οὐ μόνον ἡδονὴν καὶ τέρψιν παρέχει, ἀλλὰ καὶ ὠφέλειαν καὶ δόξαν. πολλοὺς γοῦν ἐγώ κατελαβόμην λογίους παραιτησαμένους τινὰς τῶν συγγραφέων διὰ τὸ σκολιὸν καὶ κατεζητημένον. ἀλλʼ εἰς τὸ προκείμενον τὴν διάνοιαν μετάγειν δεῖ. καὶ γὰρ ἐν ταύτῃ τῇ ἀγωγῇ συμφ ορεύειν Ἥλιόν τε καὶ Σελήνην, ὧν καὶ τὴν εἰς ἄλλους συμπάθειαν κοσμικὴν καὶ ἁρμονίαν μετὰ τὰς πρσγεγραμμένας οὐκ ἀναγκαῖον ἐπιβεβαιῶσαι διὰ πολλῶν. τὴν οὗν ἀπόδειξιν ποικίλως ἔχει, πρότερον δὲ καθὼς ἑτέροις ἔδοξε προτάξω.
Ἐπιγνόντας οὖν χρή πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος εἰσέρχεσθαι εἰς τὸ ἀπογώνιον, καθʼ ὃ κλίμα ἔπεστιν, καὶ παρακείμενον τῶν μοιρῶν πλῆθος πολυπλασιάζειν ἐπὶ τὰς Ἡλίου μοίρας καὶ τοῦτο ἀπογράφεσθαι. ἔπειτα εἰς τὸ ἀναφορικὸν εἰσελθόντας κατὰ τὴν ἡλιακὴν μοῖραν τὸ παρακείμενον μέγεθος ἐπὶ τάς γεννητικάς ὥρας [*](5 προκεφιένης non sanum; possis v. g. προθυμίας 9 ἀκετίον S 10 οὗτος S 11 βίβλοις S an ἐπμδιασαφήσω ? 14 συν et lac. IV litt. in S βιοτίων S 15 φύσει S 19 ἔχων S εδημόνως τὸν S, transposui 21 ἢ abesse malo 23 καταλαβόμην S 26 nempe σύμτορον θεωρεῖν vel sim. nempe ἀλλήλους 27 an 〈βίβλους οὐκ〉? 33 εἰσελθόντες S)
Τοῦτο δʼ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προκειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἕτῃ συντρέχοντα τοῖς ἀπογωνίοις. πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γάρ ἓν καθʼ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δʼ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφ ίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γάρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἵ τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλά μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθʼ αὑτὸ μόνον εὔχρηστον ἐδημιούργησεν τοῖς ἀνθρώποις. παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγεται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετʼ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δʼ εἰς τὰς ἀρχάς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν ἄφεσιν· ὁπόταν δʼ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφμωνήσει. Κρ ιτόδημος μὲν οὗν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δʼ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο.
Πλειστάκις δὲ βουλόμενος ἐλέγχειν τὴν ἐμὴν ἀφθονίαν ἐπάνειμι εἰς τὸν περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λόγον· [*](3 τὸ] immo τὸν 11 ἐπισυντιθεῖναι S 17 ἀστήριμκτος S βοηθούμενος S 18 ὀλισθηρήν S οἵ τε] ἔτι τε S 25 possis τρεπόμενα aut κυκλούμενα 25 μόνον] possis μηνύει 30 ἐπιτέλη S)