Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οὕτως καὶ οἱ μετά ἀκριβείας καὶ συνέσεως μεμυσταγμωγημένοι ἐπαίνου μὲν καταξιοῦνται, ἡδονὴν δὲ καὶ ὠφέλειαν ἑαυτοῖς περιποιοῦνται· οἱ δὲ ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι ῥᾳδίως τὴν ἐπιστήμην χλευάζουσι διὰ τὸ καὶ μὴ εὐμάθειαν ἑαυτοῖς ἐπιμείρεσθαι καὶ ἀθανασίαν. οὐδὲ γὰρ ἀρκετόν τι ἡ φύσις τοῖς ἀνθρώποις ἐδωρήσατο τἀς ἐπικύκλους τῶν ἀστέρων θεωρίας εἰδέναι σταθμοῖς καὶ μέτροις ἀμεταθέτοις, ἀλλʼ ἔτι καὶ κύκλοις διήρθρωσε τὰ πάντα· διὸ εὐσύνοπτα τὰ θνητῶν τελίσκεται. εἴ γε μεριζόμενα καὶ συλλογιζόμενα ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις πρὸς ἀκριβῆ μάθησιν δυσέφικτα τυγχάνει, οἷον κλιμάτων καὶ ἐθνῶν ἀπομετρήσεις, θαλάσσης ὅροι καὶ σταθμοί, τὸ βραχύτατον καὶ ἐθνῶν ἀσθενέστατον τὴν τοῦ μὴ συνορᾶν πόρρωθεν (ἅπερ εἰκάζει τις μέχρις οὖ πλησίον γένηταί πως) ἴσχει διὰ τῆς τῶν ἄλλων ἁρμονίας, ἄνθρωποι διεξιχνεύοντες τὸν οὐράνιον κύκλον καὶ τὰς τῶν ἀστέρων κινήσεις Ἡλίου τε καὶ Σελήνης δρόμους ἐνιαυσίων τε καὶ μηνιαίων καὶ ὡριαίων μέρη τροπάς τε καὶ μεταβολἀς ἀέρων συναφάς τε καὶ ἀπορροίας ἐκ τοιαύτης προγνώσεως ἀθανασίας δόξαιεν ἄν μετειληφέναι καὶ πρὸ καιροῦ τοῖς θεοῖς προδομιλεῖν· εἴ γε κατὰ τὸν ποιητὴν

  • Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  • ἀνδρῶν μνηστήρων.
  • Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων (κοινὸς γὰρ ὁ θεός) τάς ψυχάς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περιβάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἳ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανασίας ήτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μή φυγόντες τὸν νόμον. ὅτι μὲν [*](2 διαμείβεται opinor 6 nempe διὰ τό μή καὶ ἑαυτοῖς εὐμ. ἐπ. 7 οὕτε γὰρ ἀρκιτόν τι S 9 sq. κύκλους διηρθραώσατα πάντα (ex πάντη?) S 10 sequentia expedire non potui 14 τὴν] δύναμιν excidisse videtur; 〈ἰσχὺν〉 ἔχει Rad. 15 μέχρης S 20 δόξειεν S sententia Posidoniana, de qua cf. e. g. Manil. 1V 390 sqq. Capelle Neue Jahrb. f. d. kl. Alt., VIII (1906), p. 532, n. 4 22 0d. ω, 1 sq. 24 καὶ ἔστιν] immo καὶ τὰ ἑξῆς (του- τέστιν Wdl.) κονός γε ἡ θεὸς S 25 ἐπὶ facile, sed manum abstinere satius eat 28 ἀθεής a θεᾶσθαι finxisse potest pro usitato ἀθέατος (ἀφυεῖς Rad.))

    347
    γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δʼ σὕς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τάς μοίρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἐστι γάρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δʼ αὐτοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τούτοις ὁ ποιητὴς λέγων·