Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Γενήσεται οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τάς μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τούς χρόνους, καθώς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἄν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύτας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἡ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ πότερον ἀπὸ κέντρου εἰς ἐπαναφοράν ἤ εἰς ἀπόκλιμα ἤ ἀπὸ ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἤ ἀνατολικὸς ὑπάρχων κατά τὴν τῆς καταβολῆς χρονογραφἱαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αί καιρικαὶ ἀποτελεσματογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς· τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογισάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομένου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρόκειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφοράν ἐπὶ Κρόνον καὶ Δία καὶ Ἄρεα εὑρήσομεν ἀλλʼ ἀνεπαίσθητον καὶ αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τετράγωνον καὶ τρίγωνον καὶ διάμετρον γινομένους εὑρήσομεν.
[*](3 proelive γε 4 ὡροσκόπου] β΄ S 16 τῷ alterum] τῶν S 19 nempe γνώσρ 21 structurae huius enuntiati succurrere nolui 29 καλῶς] κατὰ S 33 ἐπεμθέσεως S2] ἡγήσεαως S1)Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθώς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρχὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνη θ΄, εἶτα Ἑρμῇ θ΄, ἑξῆς Ἀφροδίτῃ θ΄, εἶτα Ηλίῳ θ΄, εἶτα Ἄρεῖ θ΄, εῖτα Διὶ θ΄, εἶτα Κρόνῳ θ΄· καὶ ἐξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρη΄ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι. Πάντες μὲν οὖν καθώς πρόκεινται χρῶνται· ἐμοὶ δʼ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας διάφορον, ὦν ἐπέχει ἡ Σελήνη, καὶ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἐξῆς ζῳδίοις διδόναι ἀνὰ θ΄ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θ΄ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρόνου, προκατοπτεύσαντας κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θ΄ μηνῶν ἐγένετο· ὅπου δʼ ἄν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἤ ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβ΄ ἀρέσεις τὴν αὐτὴν δύναμιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι προσημαινομένμων. καὶ οὕτως μὲν τοῖς ιβ΄ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θ΄ εὑρήσομεν τὴν συμπλήρωσιν ρη΄ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθʼ ἑκάτερα ἥ τε Σελήνη παρά τὰς στάσεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφοράν ἀπεργάζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ [*](1 in mg. ὁ S 5 ἐνωμερῶς S 10 nempe πρόκειται 11 possis οὕτω 14 ἀπομερίσειν S 15 ζωδίων S εἶτα] οἶδα S 17 προκατοπεύσαντας S 22 nempe ἀτονήσουσι προσημαινόμενα 24 expectas προμερίσαντες 27 ἕνα ἕνα ἔχει S)
Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε ἀγαθὸν καὶ φαῦλον ἐνεργητικαὶ καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδικούς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἥ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λ΄· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λ΄ χρηματίζειν· εὖρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς τούς ἄλλους συντιθέναι· δ΄, ἔπειτα ε΄, γίνονται θ΄· εἶτα Ϛ΄ εῖτα ζ, γίνονται κβ΄ εἶτα η΄, λ΄· συμπληροῦται ἄρα τὰ λ΄ ἐκ τεσσάρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δ΄ εῖτα καὶ αὐτὸς λ΄. Ζεύς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γ΄ δ΄ ε΄ γίνονται ιβ΄ Ἄρης δὲ δ΄ ε΄ Ϛ΄, γίνονται ιε΄ . Ἀφροδίτη δὲ ἀσύνδετος εὑρέθη· ἔξει οὖν τὸν διὰ τῆς η΄ . Ερμῆς δὲ τὸν διὰ τῆς δυάδος: β΄ γ΄ δ΄ ε΄ γίνονται κ΄. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γ΄ δ΄ ε΄ Ϛ΄ ζ΄ γίνονται κε΄. Ἥλιος δὲ τὴν ἐννεάδα· θ΄ ι΄ γίνονται ιθ΄· ἔτι [*](5 ἀπαλλαγὴν (sic) τοῦ ζητουμένον χρόνου μετάβασιν ἀγαθοποιός καθί- σταται S extrema duo verba del. Sb 7 ὑπάοχειν S τάς] τέ S 8 possis etiam εἰ τετράγωνος τρίγωνος etc. 10 δοκεῖν S 14 an κατά φύσιν καὶ? κατά συνοφὴν Rad. 17 in mg. ε S 22 σύγκειται S 25 συν- τιθῆναι S εἶτα ε΄ εἶτα ζ΄ (ς΄ pro ζ΄ S2) S 30 sc. τῆς ὀγδοάδος)
Συγκρίνειν δὲ δεῖ καὶ τάς γινομένας κατακλίσεις τὸν τρόπον τοῦτον. ἀπὸ τῆς γενεθλίου συνόδου ἕως τῆς γεννητικῆς ἡμέρας μαθόντες τὸ τῶν ἡμερῶν πλῆθος ἐκκρούομεν ὁσάκις δυνατὸν τετραετηρίδας· τὸ περιττὸν τῶν δ΄ ἀριθμῶν σημειωσάμενοι λαμβάνομεν ἀπὸ τῆς συνόδου τοῦ καταγομένου ἔτους ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκκρούσαντες τετραετηρίδας τὸ περίλοιπον σημειούμεθα. τρίτῳ δὲ λόγῳ λαμβάνειν χρὴ ἀπὸ τῆς πρὸ τῆς κατακλίσεως συνόδου ἕως τῆς κατακλιτικῆς ἡμέρας καὶ ἐκκρούσαντας τάς τετραετηρίδας τὸν λοιπὸν ἀριθμὸν συγκρίνειν τοῖς προτέροις. ἐὰν δέ πως αἱ τῆς γραφῆς εἰς ἕνα ἀριθμὸν καταλήξωσι, θανατικὸς ὁ χρόνος κριθήσεται. ἐὰν δὲ διάφοροι, κίνδυνος διὰ νόσου ἢ πάθους ἢ σίνους διερχόμενος. διὰ πείρας δʼ ἡμῖν ἔδοξεν οὐ μόνον τὰς καταρχάς τῶν κατακλίσεων χρηματιστικὰς ἡγεῖσθαι, ἀλλὰ καὶ παντὸς οἱουδήποτε οὖν πράγματος, ἥττονος ἐπισήμου, σὺστατικοῦ ἐπιψόγου, κοινωνικοῦ· καὶ ἀπλῶς οὐ μόνον τὰ εἰς ἀνθρώπους συντελούμενα, ἀλλὰ καὶ τὰ ἐξ ἀνθρώπων, οἷον κτήσεων ἀναθημάτων κατασκευάς, ἀγωγάς στραταρχίας πολεμαρχίας, φαύλων καὶ ἀγαθῶν ἐγχειρημάτων· καὶ κατὰ εἶδος εἰ βουλοίμην λέγειν, πολύς ἄν μοι ὁ περὶ τούτων λόγος ἀνυσθήσεται.
Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν [*](2 ἐννεακαιδέκατος S 8 β΄] ιβ΄ S ἡμιοκύκλιον S 9 ὥσπερ S 10 χρηματιστικὰς S nempe παρὰ τὸ σχῆμα καὶ τὴν 12 in mg. Ϛ a et sic deinceps 20 ἐκκρούσαντες S 22 expecto αἱ τρεῖς αγαγαὶ vel sim. 24 aptius ἐπερχόμενος 27 οὐ μόνον] μειζόνων S 28 possis etiam κιί- σεαν 29 πολεμαχίας S 30 βουλόμην S)
Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἥλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ μοῖραν α΄· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ τῇ Σελήνη καὶ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἤ τὸ τετράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπʼ αὐτῆς ἀπολύειν ὁμοίως.
Ἄλλως. τὸ δωδεκατημόριον τοῦ Ἡλἱου δεῖ ἐκβάλλειν ἀπὸ τοῦ εὐωνύμου τριγώνου· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ἢ τὸ ὁμοιόπτωτον.
Ἄλλως πρὸς ἀναγκαστικὴν ἀγωγήν. ἐφʼ ὅσον μὲν ὁ Ἥλιος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἐπιπάρεστι τῆς Σελήνης διαπορευομένης τὸ ἐξῆς ἀπὸ συνόδου ζῴδιον, ἐστὶν ὡροσκόπος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἢ εἰς τὰ ἐξάγωνα ἢ τρίγωνα ἡ διάμετρα τῆς Σελήνης ἀπό γε τῆς προσνεύσεως αὑτῆς, ἀφʼ ἧς ὁ ἔλεγχος εὑρίσκεται. ὅταν δὲ σῦν τῷ Ἤλίῳ τύχη καὶ κεντροῦται ἡ Σελήνη, ἐὰν παραλλάξη ὁ Ἥλιος συνοδικὸν ζῴδιον τῆς Σελήνης ἔτι τὸν πρῶτον κύκλον [*](7 nempe στάσεως 14 nempe 〈τραύματα〉 ὀδυνηρὰ 15 expectes κατα- σκευάζουσι (nisi valet διαγράφουσιν) 24 τὸ ὅμοιον πρώτον τούτων S, corr. Rad. 28 τῶν ἀντιθέτων τ. ὡ. ζωδίου S 30 τώ geminat S 35 ἔτι] ἐπὶ S)