Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸς μὲν οὖν λεπτομερῆ διάκρισιν τῶν σημαινομένων ἑτέροις δεδήλωται. τούτων δὲ τῶν τόπων κατὰ σύγκρισιν στοιχειογραφέντων σκοπεῖν δεήσει, τίνες ἀστέρες ἔπεισιν ἤ προσμαρτυροῦσιν, πότερον ἀγαθοποιοὶ ἤ κακοποιοί, καὶ τίνων τὰ ζῴδια τυγχάνει καὶ εἰ τροπικὰ ἤ στερεὰ ἤ δίσωμα ἤ κάθυγρα ἤ χερσαῖα ἢ ἀσελγῆ ἢ λατρευτικὰ καὶ τὰ λοιπά· ὁμοίως δὲ καὶ τούς κυρίους τῶν τόπων, τίς τίνος κυριεύσας ποίῳ τόπῳ ἔπεστιν. δέ ταῖς ἰδίαις διαιρέσεσι τῶν χρόνων σκοπεῖν, ἀπὸ ποίου τόπου εἰς τίνα ὁ χρόνος καταλήγει, τά τε ἔτη ἃ κατάγει τις ἀπὸ ἑκάστου [*](2 δόξαν S 2 sq. θεᾶς καὶ] θεούς S cf. v. 7, 16 11 περὶ] παρά S 19 βίου i. e. ΙΙ. loco (334, 25) pro horosc. posito IX. mortis locum tenet 30 debebat στοιχεισγραφηθέντων)

336
τόπου ἀπολύειν· οὕτως τε ἀνακυκλούμενοι οἱ ιβ΄ τόποι εἰς ἀλλήλους καὶ ἀποτέλεσμα καὶ εῖδος προδηλώσουσιν. πρὸ πάντων δὲ τούς τόπους μοιρικῶς δεῖ λογίζεσθαι, καὶ ὁπόταν τε ἡ τοῦ ὡροσκόπου μοῖρα καταληφθῇ, ἀπʼ ἐκείνης τῆς μοίρας ἐξαριθμεῖν ἔως συμπληρώσεως τριακονταμοίρου τοῦ ἐξῆς ζῳδίου· καὶ ἐκεῖνος ἔσται περὶ ζωῆς τόπος· εἷθ᾿ ὁμοίως ἔως συμπληρώσεως ἄλλων μοιρῶν λ΄ περὶ βίου καὶ τὰ ἐξῆς ὡς πρόκειται. πολλάκις γάρ εἰς ἔν ζῴδιον δύο τόποι συνεμπεσόντες ἀμφότερα τὰ εἴδη προδηλοῦσι κατὰ τὰς μοιρικάς αὐτῶν διαστάσεις. ὁμοίως δὲ καὶ τὸν κύριον τοῦ ζῳδίου σκοπεῖν, ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἥ ποῖον τόπον διακρατεῖ κατὰ τὴν ἑαυτοῦ ἰσομοιρικὴν κανονογραφίαν· οὕτως γὰρ εὐσύνοπτος ὁ τρόπος κριθήσεται. εἰ δέ τις πλατικῶς καθʼ ἔκαστον ζῴδιον ἔνα τόπον λογίζοιτο, ὅπερ ἐστὶ σπάνιον, συνοχαῖς καὶ ὕβρεσι γίνονται ἡ πραγμάτων περιπλοκαῖς. εἰ δʼ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σύν τῷ τοῦ Ἡλίου ἤ καὶ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφοράν ἤ τὴν σύσχεσιν ἔσεσθαι δηλοῖ καὶ τὰ ἐξῆς.