Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ τούτων μὲν κατά κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμένων κατὰ παλαιὸν ἄνδρες Αἰγύπτιο κατὰ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικάς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμενοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλειἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τούς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομένοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γάρ καὶ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αίγυπτίων τε καὶ Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον.

Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. α΄ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ ψυχικὸν πνεῦμα, τουτέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαῖμαων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ πρακτικός, γυναικὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. β΄ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. τούτῳ τῳ ζῳδίῳ ἤ τῷ τούτου διαμέτῳ ὁ κύριος τῆς συνόδου πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ· ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γ΄ περὶ [*](3 εὐθράστω S 4 in mg. γ S τῆς] τοῦ S τῶν] S 5 τό- πων S 7 si nil aliud, τὸν παλαιόν (i. e. Petosiridem) scribendum 12 τόπων S dissuadeo τετυχηκέναι 14 τοῦ] τέ S 16 ἐπεὶ S 20 ῥμοίως sqq. spuriane? 21 si nil aliud, δὴ pro δὲ reponendum ω ge- minat S 22 α΄ ] μ΄ S 23 si a fratrum loco ut ab horoscopo proficiscaris, proprius horoscopus erit bonus daemon 29 τούτω S 30 πανσελήνη S)

335
ἀδελφῶν ζωῆς, καὶ γονεῦσι περὶ ἐχθρῶν καὶ δούλων, καὶ γυναικὸς ἔνατος περὶ δόξης καὶ πράξεως καὶ τεκνώσεως· ἐστι δὲ καὶ θεᾶς καὶ βασιλίσσης καὶ πράξεως τόπος. ὁ δὲ δʼ γονέων περὶ ζωῆς καὶ μυστικῶν ἤ ἀποκρύφων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων τόπος, ἀδελφῶν δὲ περὶ βίου, γυναικὸς δὲ περὶ δόξης καὶ πράξεως. ε΄ περὶ τέκνων ζωῆς καὶ ἀγαθῆς τύχης τόπος, ἀδελφῶν δὲ ὁ περὶ ἀδελφῶν νόθων καὶ ἐπιμίκτων καὶ θεᾶς καὶ βασιλίσσης, γυναιξὶ δὲ ἀγαθὸς δαίμων. ὁ περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γονέων δὲ περὶ ἀδελφῶν, ἀδελφῶν δὲ περὶ γονέων ἐπιμίκτων ἤ ἐπιπλάστων, γυναικὸς δὲ περὶ ἐχθρῶν καὶ δούλων. ζ΄ γαμοστόλος τῆς γενέσεως, καὶ γυναικὸς περὶ ζωῆς, καὶ ἀδελφῶν περὶ τέκνων καὶ ἀγαθῆς τύχης τόπος, καὶ γονεῦσι περὶ γονέων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων καὶ μυστικῶν. η΄ περὶ θανάτου ὁμοίως τῆς γενέσεως, ἀδελφῶν δὲ περὶ σίνους καὶ πάθους, καὶ γονέων περὶ τέκνων νόθων, γυναικὸς δὲ περὶ βίου. θʼ περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, ἀδελφῶν δὲ γαμοστόλος καὶ γονέων περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γυναικὸς δὲ περὶ ἀδελφῶν καὶ βίου περὶ θανάτου. δέκατον περὶ πράξεως καὶ δόξης, καὶ γυναικὸς περὶ θεμελίων καὶ κτημάτων καὶ μυστικῆς ἐγχειρήσεως καὶ γονέων τόπος. ὁ ια΄ περὶ ἀγαθοῦ δαίμονος καὶ φίλων καὶ ἐπιθυμίας καὶ περικτήσεως τόπος, ἀδελφῶν δὲ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, καὶ γονέων περὶ θανάτου, τέκνων δὲ γαμοστόλος, καὶ γυναικὸς περὶ τέκνων ἐπιμίκτων. ιβ΄ περὶ ἐχθρῶν καὶ δούλων καὶ κακωτικῆς αἰτίας, ἀδελφῶν δὲ περὶ πράξεως καὶ δόξης, γονέων περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως, τέκνων δὲ περὶ θανάτου, γυναικὸς δὲ περὶ σίνους καὶ πάθους.