Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τῶν δὲ περιπεπονημένων μοι μηδὲν ἀποκρύπτειν βουλόμενος καὶ ἑτέραν φιλοκαλίαν ἐπεισφέρω τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν ἀφθόνως ἅτε δὴ γνησίοις παισίν. οἱ κατατεταγμένοι ἔσονται κανόνες τῶν β΄ πλινθίων· πάλιν ἐν ἴσῳ διαστήματι τοῦ πλάτους συνηρμόσθησαν, καὶ ἔστιν ὁ μὲν πρότερος προκείμενος Σελήνης καὶ ἡμερήσιον δρόμον ἔχων ἀπὸ ἐλαχίστου ὄρου ἐτῶν ια΄ εἰς ἔκστασιν χωρῶν ἔτι ἐν τῷ πρώτῳ στίχῳ. τὸ δʼ αὐτὸ διάστημα ἐν τῷ κάτω στίχῳ εἰς ιε΄ ὥρας τοῦ τελείου ὅρου· ἔστι δὲ ἄνωθεν ἕως κάτω στίχων μή ἐπεὶ οὖν ἀπὸ τῶν ια΄ ε΄ παραυξομένων λεπτῶν εἰς τὸν μή στίχον πλήρη τὰ δ΄ τοῦτ᾿ ἔστιν ὑπεροχή. ὅπου δὲ ἡ ἑξηκοντὰς πληροῦται, κινναβάρει ἐπιγέγραπται ἑτέρου δρόμου ἀρχὴν σημαῖνον. καὶ οὕτω ὁ δρόμος τῆς Σελήνης πεπλήρωται. τὸ δὲ ἕτερον κανόνιον τοῦ μεγέθους τῶν ὡρῶν πρὸς τὰ ζ΄ κλίματα· τοῦτο γὰρ καὶ τῶν λοιπῶν κλιμάτων ἔχει τοὺς ἀριθμοὺς [*](2 ἐπισυνθέντων S nempe τὴν ἡμίσειαν 12 ὕς] ὡς S 21 περιπονημένων S μοι] μορῶν S 23 κατεταγμένοι S 29 ἐπεὶ] an ἔσται? 32 σημαίνων S οἵτῳ] τούτου S πεπληροῦται S)
Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα δἰ ὑποδειγμάτων. ἔστω γένεσις Ἀδριανοῦ ἔτος γ΄ , Ἀθὺρ λ΄, ὥρα ἡμέρας δ΄ Ἥλιος Σκορπίου μοίρᾳ ζ΄ , Σελήνη Παρθένου μοίρᾳ λ΄ ἕως ὀψὲ δρόμημα μοιρῶν ιδ΄ ιε΄. τὸ δʼ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κ΄ μοῖραν εὑρέθη ιβ΄ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ια΄ μοίρας καὶ εὑρών ια΄ μβ΄ τούτῳ χρῶμαι τῷ στίχῳ. ἐπεὶ οὖν ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατά τὰς ιη΄ μοίρας καὶ λεπτὰ ιη΄ τὰ ια΄ μβ΄ πληροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχήν τοῦ διαβήτου κατὰ τὰς ιη΄ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ια΄ με΄ . καὶ τοῦτο τὸ μέγεθος τῆς ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς προκείμενον ὄργανον τῆς Σελήνης κατὰ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέσεως ιδ΄ ιε΄· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δ΄ μέρος. ἐπεὶ οὗν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λ΄ καὶ ἐξευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ κα΄ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τάς ια΄ μβ΄ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν η΄ ὡρῶν τῶν κυπτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὑτὸ μέγεθος.
[*](7 ἰσημερινῆς] siguum obscurum in S 11 ιή] η΄ S 13 post ὑπὲρ exiguum spatium in S 24 ἡλιοδύσιν S Reliqua pag. 176v vacua in S; f. 177 sqq. e V f. 106 descripta sunt)