Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν ἐπὶ τοὺς κοσμοκράτορας πάλιν Ἥλιον καὶ Σελήνην χωρητέον· οὓς χρὴ κατὰ μοῖραν ψηφίσαντας πρὸς ἀναφορὰν κατὰ τὸ μέγεθος καὶ τὸ κλίμα ἀφαιρεῖν ζῳδιακοὺς κύκλους, τὴν δὲ περιλειφθεῖσαν μοίραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, ἣν ὁ ἰσημερινὸς δηλώσει. τέσσαρες δὲ πάντως μοῖραι χρηματίσουσιν, ἐκ δὲ τῶν δ΄ πάλιν β΄ κραταιαὶ περιλειφθήσονται. ἔσθ’ ὅτε μὲν οὖν καὶ ε΄ τόποι χρηματίσουσιν ἢ πάλιν β΄· σκοπεῖν δὲ δεῖ τόν τε ὡροσκόπον καὶ τὰ τούτου παρʼ ἑκάτερα ζῴδια. καὶ ἐκ τούτων γὰρ αἱ χρηματιστικαὶ μοῖραι λογισθεῖσαι φέρουσι τοὺς χρόνους, καὶ μάλιστα ὅταν δοκῇ πλάνην ἔχειν ὁ ὡροσκόπος· ἢ καὶ ἑνὶ μὲν γνώμονι χρῆσαι πρὸς τὸ ὡροσκοποῦν ζῴδιον τὸ δʼ ἕτερον οὐ τῷ παρακόλλῳ καὶ ιϚ΄ μοῖρα σημαίνει μίαν καὶ τριακοστήν. νοεῖν δὲ δεῖ καὶ τὰς τῶν κλιμάτων διαφοράς. πολλάκις γὰρ τόπος τις ἢ καὶ ἔθνος δοκοῦν ἀρχὴν ἢ τελευτὴν ἔχειν παραλλήλου εἰς ἑτέρου ἐστὶ χώραν κυρίως ἢ καὶ σχίζεται εἰς β’ παραλλήλους καὶ τοῦ χρόνου κατά πρόσθεσιν ἢ ἀφαίρεσιν παραμφοδεῖν δοκεῖ· ἄλλως τε καί, ὡς δοκεῖ τισιν τῶν περὶ τά τοιαῦτα ἐσπουδακότων, τὰς χωυρογραφίας καὶ διαφόρους ἐκτήσαντο ἡ μέντοι γε θεωρία καὶ ἀγωγὴ ἱερὰ καὶ ἄπταιστος τοῖς γε νοῦν ἔχουσι.