Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸ ἀπὸ συνόδου καὶ πανσελήνου μοιρικὸν διάστημα ἕως τῆς κατʼ ἐκτροπὴν Σελήνης λαβόντες καὶ ἀφελόντες --- ζῳδιακῷ συστήματι τὸ περιλειφθὲν ἡγεῖσθαι μέρος ὡροσκόπου, ὅθεν καὶ τὴν ἀτρεκῆ τῆς Σελήνης μοῖραν ἐμφανῆ. ἐκ ταύτης δὲ σκοπὸς τῶν ζητουμένων νοηθήσεται, τοῦ Ἡλίου βραβεύοντος τὰ μεγέθη τῆς ἡμέρας καὶ ὡρῶν κατὰ τάς κλιματικάς διαρορὰς καὶ τῶν χρόνων ἐτεροιώσεις. τὸ λεχθὲν εἰ καὶ σύντομον τὴν ὑφήγησιν καὶ ὅραχυτάτην κέκτηται, οὐκ ἀμελεῖν χρὴ τοὺς ἐντυγχάνοντας καὶ ἐν παρέργῳ τίθεσθαι, ἀλλὰ μετὰ πάσης ἐπιμελείας καὶ σπουδῆς ἐξιχνεύειν διδάσκει γὰρ τὰ πλεῖστα, καθὼς ἐπειράθην, ἀνάγκῃ πόνος πενία φιλονεικία ἐγκράτεια ἐπιθυμία· ὧν ἡμεῖς τυχόντες, καὶ ἐὰν μεγαλαυχῶμεν οὕτως, εἰς τὸ τέλειον τῆς ἀρετῆς μέρος ήτυχήσαμεν παραγενέσθαι· ἀλλά τινες σφαλέντες καὶ θρυληθέντες ἐδυστύχησαν, ματαίαν τὴν ἐγχειρισθεῖσαν κτησάμενοι κενοδοξίαν. καὶ αὐτὸ δὲ καθʼ αὑτὸ τὸ μέρος δύναμιν ὡροσκοπικὴν κέκτηται· ἄλλως τε τὸ ἀπὸ συνόδου ἐπὶ Σελήνην μοιρικὸν διάστημα κατά ἀναφ ορὰν λαβόντες καὶ ἀφελόντες ζῳδιακὸν διάστημα, εἰς ἣν κατέληξεν μοῖραν, ἡγεῖσθαι ὡροσκοπικήν. ὁμοίως δὲ καὶ ἀπὸ [*](7 aut dele εἰς aut scr. εἰς 〈τὸ〉 9 διασαφῆσαι S 14 nolim ἡμῶν 〈έκπονηθείσαις〉 16 possis ὠφέλεάν 〈τε〉 19 nisi scrib. ζῳδιακὸν σίστημα 21 nempe ἐμφαίνειν aut ἐμφανῆ 〈ποιεῖν〉 nempe 〈ὁ〉 σκοπὸς 22 βραβεύοντες S 24 εἰ] ἢ S 29 malim μεγ., οὔπω . . . ηὐτυχήσαμεν εἰς τὸ] ἔστω S 30 τινας S)

359
τῆς Σελήνης πανσελήνου ἐπὶ Σελήνην, ἤ ὡς ἐμοὶ ἔδοξεν ἀπὸ Σελήνης ἐπὶ τὴν μέλλουσαν σύνοδον· ὡς οὕτως λαβόντες καὶ φελόντες τὸ ζῳδιακὸν τὴν εὑρεθεῖσαν ἡγεῖσθαι ὡροσκοπικὴν μοῖραν· τὴν μέντοι δύναμιν τῶν ἐτῶν συμπληροῦσθαι ἐπιπρσθέντας ἢ ἀρελόντας τῶν ἰσημερινῶν χρόνων πρότερον· ἀμφοτέρους γὰρ τοὺς γνώμονας ἐπισυνθέντες καὶ τὴν ἡμίσειαν λαβόντες εὑρήσετε τὸ συνεχὲς ζητούμενον ἐκ τῆς ἀληθείας καὶ πολυμόρφου φύσεως. παντὸς γὰρ εἴδους ἡ μὲν ἀρχὴ μονομερὴς καὶ ποικίλη καὶ δυσκατάληπτος, ἡ δʼ ἐξίχνευσις πολυμερὴς καὶ ποικίλη· ἐὰν μὲν οὖν τὸ διάστημα ἀκριβῶς τὴν κατάληψιν ἐπίσχῃ, καὶ μονομερῆ τὸν χρόνον προδηλοῖ, ὅθεν μοι, τιμιώτατε Μάρκε, εἰδὼς τὴν ἀριθμητικὴν κανονοποιίαν καὶ τὰς τῶν συνταγμάτων ἀγωγάς, ἅς διʼ ἔργων καὶ λόγων καὶ τῶν ἐξ ἐμοῦ παραδόσεων ἐδοκίμασας, συνεπεισφέρων ἐκ τῆς ἰδίας φύσεως τὸ συγκρατικόν, φροντίδα ποιῶν τοῦ μετὰ πάσης ἀκριβείας τὰς πραγματείας ποιεῖσθαι — τοῖς γὰρ πολλοῖς ἔθνεσι καὶ κλίμασι τῆς οἰκουμένης ἐπεμβαίνων καὶ τὰς ἐπιδείξεις ποιούμενος ἐμὲ μὲν ἂν ἀειμνήστου φήμης καταξιώσεις, αὐτὸς δʼ ὡς ἄξιος τῆς οὐρανίου θεωρίας παρὰ πολλοῖς δοξασθήσῃ ἔκ τε τῆς περὶ τὰ μαθήματα δαψιλίας προθεμελιωθεὶς εἰς τὴν τῶν συνταγματογράφμων χώραν καταντήσεις· καὶ γάρ πάρεστί σοι φύσις πόνος ἐγκράτεια, καὶ σεμνῆς γε καὶ ἱερᾶς εἰσόδου τυχὼν πεφμτισμένην τὴν μυσταγωγίαν ἐκτήσω. ἣν φυλάσσειν σε διὰ τῶν προγεγραμμένων ὅρκων παραινῶ καὶ τοὺς ἀναξίους ἢ ἀμυήτους μηδὲ φιλονείκως πρὸς αὐτοὺς φέρεσθαι· ἄμεινον γάρ ἐστίν σε σιγῶντα ἡττᾶσθαι ἢ νικῶντα ἀσεβεῖν εἰς τὰ θεῖα.