Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη· Ἀδριανοῦ ιβ΄ Ἀθὺρ α΄ ὥρα ἡμερινὴ θ΄ κλίμα ε΄ . Ἥλιος Σκορπίῳ η΄, Σελήνη Αίγόκερῳ ιζ΄, ὡροσκόπος Ἰχθύσι μοίραις η΄ . τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν [*](1 εὑρὼν S 12 τὸν Καρκίνον non delevi, cf. Rh. Mus. LVI 304 21 εἰσελθὼν S 22 εὐρὼν S 26 κ΄ ] κζ΄ S 30 α΄] πρῶιον S 37 ἐν prius abundat, sed cf 309, 18)

307
Ἰχθύσιν εὗρον περὶ μοίρας θ΄ εἶτα ἐν ταῖς ιζ΄ τοῦ Αἰγόκερω ταῖς σεληνιακαῖς μοίραις παράκειται Γαῦρος· ἐν Γαύρῳ ταῖς τοῦ ἡλιακοῦ γνώμονος μοίραις θ΄ παράκειται Παρθένος. Παρθένον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας ιε΄ τὰ μεταξὺ σελίδια β΄, ἅτινά εἰσιν β΄ μοῖραι. ταῦτα ἀφαιρῶ ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τῶν θ΄, ἐπεὶ ὁ σεληνιακὸς γνώμων εὑρέθη προάγων, καὶ λοιπαὶ γίγνονται ζ΄ αἳτινες ἐν Ἰχθύσιν ὡροσκοποῦσιν, αἷς παράκεινται κατὰ τὸ α΄ κλίμα ἐν τῷ β΄ ὅρῳ ἔτη κϚ΄ μγ΄ ἔζησεν ἔτη κζ΄.

Ἄλλη· Οὐεσπασιανοῦ ἔτος α΄ Ἐπιφὶ κβ΄ ὥρα ἡμερινὴ ε΄ κλίμα ς΄. Ἥλιος Καρκίνῳ κη΄ , Σελήνη Σκορπίῳ γ΄ . ὡροσκόπος Ζυγῷ. ταῖς κη΄ μοίραις τοῦ Ἥλἰου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κη΄ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δ΄ ε΄ Ϛ΄ . εἶτα ταῖς τῆς Σελήνης μοίραις γ΄ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δ΄ ε΄, εὗρον παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβ΄. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν μοῖραι ζ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δ΄ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζ΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ς΄ κλίματι ἐν τῷ β΄ ὅρῳ ἔτη πα΄. ἐτελεύτα ἐτῶν πα΄.