Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑπόδειγμα γενέσεως. Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος α΄ Ἀθὺρ β΄ ὥρα γ΄ νυκτερινή. Ἥλιος Σκορπίῳ μοίρᾳ ι΄ Σελήνη Ὑδροχόῳ μοίρᾳ λ΄, ὡροσκόπος Τοξότῃ. τὰς τ΄ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἱχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ι΄ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα τοῦ ὡροσκόπου καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Γοξότῃ· εὗρον περὶ μοίρας ιδ΄ ιε΄. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λ΄ μοίραις ποῖον ζῴδιον παράκειται· εὖρον πάλιν Ὑδροχόον εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδ΄ καὶ εὑρίσκω παρακείμενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ α΄ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ Ϛ΄ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων τροάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δ΄ , ἅπερ εἰσὶν μοῖραι δ΄, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος μοίραις ιδ΄ ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Γοξότῃ μοίρα ιη΄· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ς΄ κλίμα ἐν τῷ γ΄ ὅρῳ ἔτη ογ΄ καὶ ἐτελεύτησεν τῷ ργ΄ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδ΄ τὴν προσθαφαίρεσιν τουτέστι δ΄· καὶ γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ι΄ .

Ἄλλη. κλίμα δ΄ Τίτου ἔτος α΄ Θαμενώθ᾿  κ΄ εἰς τὴν κα΄. Ἥλιος Ἰχθύσι μοίραις κθ΄, Σελήνη Αίγόκερῳ κζ΄ , ὡροσκόπος Σκορπίῳ ταῖς κθ΄ τοῦ Ἡλίου ἐν τῷ ἀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθ΄ παράκειται Αἰγόκερως· τοῦτον ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δ΄ ε΄· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὅν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζ΄ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δ΄ ε΄ τοῦ ἡλιακοῦ γνώμονος· εὖρον ἐν τῷ β΄ σελιδίῳ περὶ μοίρας δ΄ ε΄ τὸ ζῴδιον [*](1 ἐχομένως S quod si tuearis, possis χρόνων 〈κύριος〉 3 γενέσεων Sb 9 ζητῶν S εὺρὼν S (idem v. 13. 15. 30) 10 οὕτως S ἥλιος γν. S 13 nempe δὴ 15 nempe ἐν τῷ ὅρῳ 17 immo ε΄ σελ. 18 nempe αἵπερ 19 προσευρεθείσαις S 20 ιδ΄] τη΄ S 26 κλίμα] καὶ S 27 εθ΄ ] τθ΄ S 28 παράκεινται S 32 κατὰ] μετὰ S Valens.)

306
Αἰγόκερων. τοῦτον τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δ΄ ε΄ ἐν τῷ β΄ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δ΄ μοίρας ἔρχομαι εἰς τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δ΄ κλίμα ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη ρβ΄ λγ΄ ἐτελεύτα ἐτῶν οβ΄ ἥμισυ.