Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωργῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέμεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοίρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφ ορον τῶν ἐτῶν γενήσεται ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζ΄ παράκειται ἔτη ρδ΄ τῇ δὲ κη΄ μοίρᾳ ἔτη ζ΄ ἔσται οὖν πολλὴ διαφορά καὶ ἐστιν εἰκάσαι τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ β΄ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολύν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἥλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ήμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων τῷ θερινῷ κύκλῳ πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς --- τουτέστι τὰ 𝒢α΄ ἢ σε΄ βιῶσαι. δεῖ γάρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς 𝒢α΄ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς σε΄ . εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ ἀντὶ καλῶν φήσει τινὰ ὑπερ τὰ 𝒢΄ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, [*](1 τοὺς] ποιοῦσι Rad. 6 δεῖ] δὲ S 8 ἐπαγγελλομένη S 10 ὅπως] ὁδὸς S 13 nempe προστιθεμένων 14 nempe διαψεύσεται 20 abundat τινὰς 22 sq. nempe τῶν πολυχρονίων 23 fort. δὲ ἐπίθανον 27 τὸν] τῶν Sa 28 δυνατὸν S excidit fere τὸν μέγιστον χρόνον 34 πανούρου S facile ἀντιβάλλων aut ἀντιλαβών)
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος Ϛ΄ Τραϊανοῦ Χοιὰκ α΄ εἰς τὴν β΄ ὥρα νυκτερινὴ η΄ σύνοδος⟩ Τοξότῃ η΄ λ΄. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ , ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων [*](2 ἔκνηψιν opinor 3 haec corrupta et lacunosa; possis εἴ ποτε κ. μέρος ὥ. ἢ ὅρος χ. μὴ ἀλ....συνδράμῃ 7 immo λάβῃ 8 εἰ] εἰπεῖν S nolui εἰ πως 9 κατὰ σκοπὸν dubium 14 προθέσεως S an ὧν ἥμισυ? 16 ἥμισυ potius in S quem ς΄ 20 possis etiam παρατηρήσας δὲ Ἥλιον 21 nempe διαφέροντα 24 ἔτους S 26 nolui τῶν γενεθλίων 29 immo τούτων aut τοῦτο 30 ο΄ potius quam ε΄ in S)
Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ , Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.
Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ [*](1 infra εδ΄ idque verum 6 ἐστὶ Sa] ἔτη Sb 11 ἡλιακοῦ S 12 προ- σιόντι S 14 haec non intellego 15 ἔτη 16 an Συήνης ? 20 παν- σελήνου] σεληναίου S ratio non constat; corrigant sapientiores 21 τοῦτο] τούτων S 32 ἔτους S)
Ἄλλη. Ἔτος ιε΄ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κε΄ εἰς τὴν κϚ΄ , ὥρα νυκτερινὴ θ΄ ἔληγεν, κλίμα Ϛ΄. Ἥλιος Τοξότῃ β΄ νβ΄, Σελήνη Τοξότῃ Ϛ΄ μη΄, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα πλήρης ἡ ὥρα ψηφ ισθεῖσα ἡ θ΄ οὐ συνεφώνησεν, ἡ δὲ η΄ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.