Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τῆς δὲ προκειμένης διευκρινήσεως οὕτως ἐχούσης εὕρομεν καὶ ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λ΄, Σελήνη Τοξότῃ μοίραις κε΄ , ὡροσκόπος Παρθένῳ. ταῖς λ΄ μοίραις παράκειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κρίῷ ταῖς λ΄ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ια΄· οὗτος ἡλιακὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κε΄ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κε΄ ζητῶ ἐν Σκορπίῳ· εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ [*](1 ζώδιον S 8 δὲ] τε S 13 παράκειται S 15 σελίδια α΄· τοῦτον S 17 λδ΄] λα΄ S 18 τόπος S 22 nempe ἔτη καὶ μῆνες, nec post λγ΄ eundem numerum extitisse puto, sed alium 28 nempe ἡ Σελήνη 34 Τοξότῃ] eonis signum in S 35 immo τούτους)

314
μοίρας κς΄ οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελίδια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη ε΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ια΄ , γίγνονται τοσούτων ὁ ὡροσκόπος γίγνεται, αἷς παράκειται κατὰ τὸ ζ΄ κλίμα ἔτη οα΄, ἃ ἔζησεν.

Ἄλλη. Ἥλιος Τοξότῃ μοίραις γ΄ Σελήνη Τοξότῃ μοίραις ζ, ὡροσκόπος Ζυγῷ. ταῖς γ΄ τοῦ Τοξότου παράκειται Γοξότης, τοῦτον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ια΄· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώμων. ὁμοίως ταῖς τῆς Σελήνης ζ΄ ἐν Τοξότῃ παράκειται Καρκίνος, ἐν Καρκίνῳ τὰς ζ΄ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν Ζυγῷ περὶ μοίρας ιη΄ οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ μεταξὺ σελίδια β΄· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ια΄, λοιπαὶ θ΄, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θ΄ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσομένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν τοῦ κύκλου τξ΄ ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει ἐν ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δʼ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλʼ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν ἡμερονυκτίῳ διέρχεται, ἀλλʼ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις.

Πολλὴν οὖν διαφ ορὰν προσθέσεως ἢ ἀφαιρέσεως ἐτῶν καὶ ἡ μοῖρα αὐτοῦ καὶ ἡ ὥρα ἐπέχει καὶ τὰ λεπτά, καὶ μάλιστα ὅταν ἐπὶ συνδέσμους δράμῃ. οἷον τῇ τοῦ Λέοντος μοίρᾳ β΄ παράκειται Ϛ΄ , ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβ΄ τῇ γ΄ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κ΄ , ἅτινα σημαίνει ἔτη οε΄· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγίστους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μειζόνων εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσοχρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἐστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον τάς τε ἡλιακὰς καὶ σεληνιακάς μοίρας, μήποτε κατὰ σύνδεσμον συνδράμωσιν οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχειρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περιτρέπουσι [*](2 ε΄ ] ἕν S 10 immo ἔστι 13 nonnulla excidisse vid. 14 περι- δινουμένους et ἐναλλασσομένους S 21 γενομένοις S 25 τῇ] τὴν S β΄] ιβ΄ S 27 συνδέσμους οὔσεις S 33 cf. 297, 22)

315
καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνιδίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισραλεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν τε φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης τῆς ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλʼ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τούτου τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύνταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπʼ αὐτόν.